Work 3 · Passage 17
Aristotle
Greek
τὸ δὲ φοβερὸν οὐ πᾶσι μὲν τὸ αὐτό, λέγομεν δέ τι καὶ ὑπὲρ ἄνθρωπον. τοῦτο μὲν οὖν παντὶ φοβερὸν τῷ γε νοῦν ἔχοντι· τὰ δὲ κατʼ ἄνθρωπον διαφέρει μεγέθει καὶ τῷ μᾶλλον καὶ ἧττον· ὁμοίως δὲ καὶ τὰ θαρραλέα. ὁ δὲ ἀνδρεῖος ἀνέκπληκτος ὡς ἄνθρωπος. φοβήσεται μὲν οὖν καὶ τὰ τοιαῦτα, ὡς δεῖ δὲ καὶ ὡς ὁ λόγος ὑπομενεῖ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος τῆς ἀρετῆς. ἔστι δὲ μᾶλλον καὶ ἧττον ταῦτα φοβεῖσθαι, καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα φοβεῖσθαι. γίνεται δὲ τῶν ἁμαρτιῶν ἣ μὲν ὅτι ὃ οὐ δεῖ, ἣ δὲ ὅτι οὐχ ὡς δεῖ, ἣ δὲ ὅτι οὐχ ὅτε, ἤ τι τῶν τοιούτων· ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα. ὁ μὲν οὖν ἃ δεῖ καὶ οὗ ἕνεκα ὑπομένων καὶ φοβούμενος, καὶ ὡς δεῖ καὶ ὅτε, ὁμοίως δὲ καὶ θαρρῶν, ἀνδρεῖος· κατʼ ἀξίαν γάρ, καὶ ὡς ἂν ὁ λόγος, πάσχει καὶ πράττει ὁ ἀνδρεῖος. τέλος δὲ πάσης ἐνεργείας ἐστὶ τὸ κατὰ τὴν ἕξιν. †καὶ τῷ ἀνδρείῳ δὲ ἡ ἀνδρεία καλόν.† τοιοῦτον δὴ καὶ τὸ τέλος· ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει. καλοῦ δὴ ἕνεκα ὁ ἀνδρεῖος ὑπομένει καὶ πράττει τὰ κατὰ τὴν ἀνδρείαν. τῶν δʼ ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος (εἴρηται δʼ ἡμῖν ἐν τοῖς πρότερον ὅτι πολλά ἐστιν ἀνώνυμα), εἴη δʼ ἄν τις μαινόμενος ἢ ἀνάλγητος, εἰ μηδὲν φοβοῖτο, μήτε σεισμὸν μήτε κύματα, καθάπερ φασὶ τοὺς Κελτούς· ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύς. δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς ἀνδρείας· ὡς γοῦν ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχει, οὗτος βούλεται φαίνεσθαι· ἐν οἷς οὖν δύναται, μιμεῖται. διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν τούτοις γὰρ θρασυνόμενοι τὰ φοβερὰ οὐχ ὑπομένουσιν. ὁ δὲ τῷ φοβεῖσθαι ὑπερβάλλων δειλός· καὶ γὰρ ἃ μὴ δεῖ καὶ ὡς οὐ δεῖ, καὶ πάντα τὰ τοιαῦτα ἀκολουθεῖ αὐτῷ. ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν· ἀλλʼ ἐν ταῖς λύπαις ὑπερβάλλων μᾶλλον καταφανής ἐστιν. δύσελπις δή τις ὁ δειλός
Transliteration
to de phoberon ou pasi men to auto, legomen de ti kai hyper anthropon. touto men oun panti phoberon to ge noun echonti ta de katʼ anthropon diapherei megethei kai to mallon kai hetton homoios de kai ta tharrhalea. ho de andreios anekplektos hos anthropos. phobesetai men oun kai ta toiauta, hos dei de kai hos ho logos hypomenei tou kalou heneka touto gar telos tes aretes. esti de mallon kai hetton tauta phobeisthai, kai eti ta me phobera hos toiauta phobeisthai. ginetai de ton hamartion he men hoti ho ou dei, he de hoti ouch hos dei, he de hoti ouch hote, e ti ton toiouton homoios de kai peri ta tharrhalea. ho men oun ha dei kai hou heneka hypomenon kai phoboumenos, kai hos dei kai hote, homoios de kai tharrhon, andreios katʼ axian gar, kai hos an ho logos, paschei kai prattei ho andreios. telos de pases energeias esti to kata ten hexin. †kai to andreio de he andreia kalon.† toiouton de kai to telos horizetai gar hekaston to telei. kalou de heneka ho andreios hypomenei kai prattei ta kata ten andreian. ton dʼ hyperballonton ho men te aphobia anonymos (eiretai dʼ hemin en tois proteron hoti polla estin anonyma), eie dʼ an tis mainomenos e analgetos, ei meden phoboito, mete seismon mete kymata, kathaper phasi tous Keltous ho de to tharrhein hyperballon peri ta phobera thrasys. dokei de kai alazon einai ho thrasys kai prospoietikos andreias hos goun ekeinos peri ta phobera echei, houtos bouletai phainesthai en hois oun dynatai, mimeitai. dio kai eisin hoi polloi auton thrasydeiloi en toutois gar thrasynomenoi ta phobera ouch hypomenousin. ho de to phobeisthai hyperballon deilos kai gar ha me dei kai hos ou dei, kai panta ta toiauta akolouthei auto. elleipei de kai to tharrhein allʼ en tais lypais hyperballon mallon kataphanes estin. dyselpis de tis ho deilos
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 3 section 7 part 1; bekker 1116a; transliteration: greek-transliteration (build)