Work 1 · Passage 2
Plato
Greek
καὶ ὁ Ἀδείμαντος, ἆρά γε, ἦ δʼ ὅς, οὐδʼ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφʼ ἵππων τῇ θεῷ; ἀφʼ ἵππων; ἦν δʼ ἐγώ· καινόν γε τοῦτο. λαμπάδια ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; ἢ πῶς λέγεις; οὕτως, ἔφη ὁ Πολέμαρχος. καὶ πρός γε παννυχίδα ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι· ἐξαναστησόμεθα γὰρ μετὰ τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα. καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα. ἀλλὰ μένετε καὶ μὴ ἄλλως ποιεῖτε. καὶ ὁ Γλαύκων, ἔοικεν, ἔφη, μενετέον εἶναι. ἀλλʼ εἰ δοκεῖ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν. ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου· ἦν δʼ ἔνδον καὶ ὁ πατὴρ ὁ τοῦ Πολεμάρχου Κέφαλος. καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι· διὰ χρόνου γὰρ καὶ ἑωράκη αὐτόν. καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκεφαλαίου τε καὶ δίφρου· τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ. ἐκαθεζόμεθα οὖν παρʼ αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ. εὐθὺς οὖν με ἰδὼν ὁ Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν· ὦ Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν Πειραιᾶ. χρῆν μέντοι. εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο ἰέναι, ἀλλʼ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν· νῦν δέ σε χρὴ πυκνότερον δεῦρο ἰέναι. ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρʼ ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους. καὶ μήν, ἦν δʼ ἐγώ, ὦ Κέφαλε, χαίρω γε διαλεγόμενος τοῖς σφόδρα πρεσβύταις
Transliteration
kai ho Adeimantos, ara ge, ē dʼ hos, oudʼ iste hoti lampas estai pros hesperan aphʼ hippōn tē theō; aphʼ hippōn; ēn dʼ egō kainon ge touto. lampadia echontes diadōsousin allēlois hamillōmenoi tois hippois; ē pōs legeis; houtōs, ephē ho Polemarchos. kai pros ge pannychida poiēsousin, hēn axion theasasthai exanastēsometha gar meta to deipnon kai tēn pannychida theasometha. kai synesometha te pollois tōn neōn autothi kai dialexometha. alla menete kai mē allōs poieite. kai ho Glaukōn, eoiken, ephē, meneteon einai. allʼ ei dokei, ēn dʼ egō, houtō chrē poiein. ēimen oun oikade eis tou Polemarchou, kai Lysian te autothi katelabomen kai Eythydēmon, tous tou Polemarchou adelphous, kai dē kai THrasymachon ton Kalchēdonion kai CHarmantidēn ton Paiania kai Kleitophōnta ton Aristōnymou ēn dʼ endon kai ho patēr ho tou Polemarchou Kephalos. kai mala presbytēs moi edoxen einai dia chronou gar kai heōrakē auton. kathēsto de estephanōmenos epi tinos proskephalaiou te kai diphrou tethykōs gar etynchanen en tē aulē. ekathezometha oun parʼ auton ekeinto gar diphroi tines autothi kyklō. euthys oun me idōn ho Kephalos ēspazeto te kai eipen ō Sōkrates, ou de thamizeis hēmin katabainōn eis ton Peiraia. chrēn mentoi. ei men gar egō eti en dynamei ē tou rhadiōs poreuesthai pros to asty, ouden an se edei deuro ienai, allʼ hēmeis an para se ēmen nyn de se chrē pyknoteron deuro ienai. hōs eu isthi hoti emoige hoson hai allai hai kata to sōma hēdonai apomarainontai, tosouton auxontai hai peri tous logous epithymiai te kai hēdonai. mē oun allōs poiei, alla toisde te tois neaniskois synisthi kai deuro parʼ hēmas phoita hōs para philous te kai pany oikeious. kai mēn, ēn dʼ egō, ō Kephale, chairō ge dialegomenos tois sphodra presbytais
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 328 part 1; transliteration: greek-transliteration (build)