Work 1 · Passage 22
Plato
Greek
πῶς γὰρ ἄν, ἔφην ἐγώ, ὦ βέλτιστε, τὶς ἀποκρίναιτο πρῶτον μὲν μὴ εἰδὼς μηδὲ φάσκων εἰδέναι, ἔπειτα, εἴ τι καὶ οἴεται, περὶ τούτων ἀπειρημένον αὐτῷ εἴη ὅπως μηδὲν ἐρεῖ ὧν ἡγεῖται ὑπʼ ἀνδρὸς οὐ φαύλου; ἀλλὰ σὲ δὴ μᾶλλον εἰκὸς λέγειν· σὺ γὰρ δὴ φῂς εἰδέναι καὶ ἔχειν εἰπεῖν. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ ἐμοί τε χαρίζου ἀποκρινόμενος καὶ μὴ φθονήσῃς καὶ Γλαύκωνα τόνδε διδάξαι καὶ τοὺς ἄλλους. εἰπόντος δέ μου ταῦτα, ὅ τε Γλαύκων καὶ οἱ ἄλλοι ἐδέοντο αὐτοῦ μὴ ἄλλως ποιεῖν. καὶ ὁ Θρασύμαχος φανερὸς μὲν ἦν ἐπιθυμῶν εἰπεῖν ἵνʼ εὐδοκιμήσειεν, ἡγούμενος ἔχειν ἀπόκρισιν παγκάλην· προσεποιεῖτο δὲ φιλονικεῖν πρὸς τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον. τελευτῶν δὲ συνεχώρησεν, κἄπειτα, αὕτη δή, ἔφη, ἡ Σωκράτους σοφία· αὐτὸν μὲν μὴ ἐθέλειν διδάσκειν, παρὰ δὲ τῶν ἄλλων περιιόντα μανθάνειν καὶ τούτων μηδὲ χάριν ἀποδιδόναι. ὅτι μέν, ἦν δʼ ἐγώ, μανθάνω παρὰ τῶν ἄλλων, ἀληθῆ εἶπες, ὦ Θρασύμαχε, ὅτι δὲ οὔ με φῂς χάριν ἐκτίνειν, ψεύδῃ· ἐκτίνω γὰρ ὅσην δύναμαι. δύναμαι δὲ ἐπαινεῖν μόνον· χρήματα γὰρ οὐκ ἔχω. ὡς δὲ προθύμως τοῦτο δρῶ, ἐάν τίς μοι δοκῇ εὖ λέγειν, εὖ εἴσῃ αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀποκρίνῃ· οἶμαι γάρ σε εὖ ἐρεῖν. ἄκουε δή, ἦ δʼ ὅς. φημὶ γὰρ ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τί οὐκ ἐπαινεῖς; ἀλλʼ οὐκ ἐθελήσεις. ἐὰν μάθω γε πρῶτον, ἔφην, τί λέγεις· νῦν γὰρ οὔπω οἶδα. τὸ τοῦ κρείττονος φῂς συμφέρον δίκαιον εἶναι. καὶ τοῦτο, ὦ Θρασύμαχε, τί ποτε λέγεις; οὐ γάρ που τό γε τοιόνδε φῄς· εἰ Πουλυδάμας ἡμῶν κρείττων ὁ παγκρατιαστὴς καὶ αὐτῷ συμφέρει τὰ βόεια κρέα πρὸς τὸ σῶμα, τοῦτο τὸ σιτίον εἶναι καὶ ἡμῖν τοῖς ἥττοσιν ἐκείνου συμφέρον ἅμα καὶ δίκαιον. βδελυρὸς γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, καὶ ταύτῃ ὑπολαμβάνεις ᾗ ἂν κακουργήσαις μάλιστα τὸν λόγον. οὐδαμῶς, ὦ ἄριστε, ἦν δʼ ἐγώ
Transliteration
pōs gar an, ephēn egō, ō beltiste, tis apokrinaito prōton men mē eidōs mēde phaskōn eidenai, epeita, ei ti kai oietai, peri toutōn apeirēmenon autō eiē hopōs mēden erei hōn hēgeitai hypʼ andros ou phaulou; alla se dē mallon eikos legein sy gar dē phēs eidenai kai echein eipein. mē oun allōs poiei, alla emoi te charizou apokrinomenos kai mē phthonēsēs kai Glaukōna tonde didaxai kai tous allous. eipontos de mou tauta, ho te Glaukōn kai hoi alloi edeonto autou mē allōs poiein. kai ho THrasymachos phaneros men ēn epithymōn eipein hinʼ eudokimēseien, hēgoumenos echein apokrisin pankalēn prosepoieito de philonikein pros to eme einai ton apokrinomenon. teleutōn de synechōrēsen, kapeita, hautē dē, ephē, hē Sōkratous sophia auton men mē ethelein didaskein, para de tōn allōn periionta manthanein kai toutōn mēde charin apodidonai. hoti men, ēn dʼ egō, manthanō para tōn allōn, alēthē eipes, ō THrasymache, hoti de ou me phēs charin ektinein, pseudē ektinō gar hosēn dynamai. dynamai de epainein monon chrēmata gar ouk echō. hōs de prothymōs touto drō, ean tis moi dokē eu legein, eu eisē autika dē mala, epeidan apokrinē oimai gar se eu erein. akoue dē, ē dʼ hos. phēmi gar egō einai to dikaion ouk allo ti ē to tou kreittonos sympheron. alla ti ouk epaineis; allʼ ouk ethelēseis. ean mathō ge prōton, ephēn, ti legeis nyn gar oupō oida. to tou kreittonos phēs sympheron dikaion einai. kai touto, ō THrasymache, ti pote legeis; ou gar pou to ge toionde phēs ei Poulydamas hēmōn kreittōn ho pankratiastēs kai autō sympherei ta boeia krea pros to sōma, touto to sition einai kai hēmin tois hēttosin ekeinou sympheron hama kai dikaion. bdelyros gar ei, ephē, ō Sōkrates, kai tautē hypolambaneis hē an kakourgēsais malista ton logon. oudamōs, ō ariste, ēn dʼ egō
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 338 part 1; transliteration: greek-transliteration (build)