Languages

Work 1 · Passage 24

Work 1 · Passage 24

Plato

Greek

τοῦτʼ οὖν ἐστιν, ὦ βέλτιστε, ὃ λέγω ἐν ἁπάσαις ταῖς πόλεσιν ταὐτὸν εἶναι δίκαιον, τὸ τῆς καθεστηκυίας ἀρχῆς συμφέρον· αὕτη δέ που κρατεῖ, ὥστε συμβαίνει τῷ ὀρθῶς λογιζομένῳ πανταχοῦ εἶναι τὸ αὐτὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον. νῦν, ἦν δʼ ἐγώ, ἔμαθον ὃ λέγεις· εἰ δὲ ἀληθὲς ἢ μή, πειράσομαι μαθεῖν. τὸ συμφέρον μὲν οὖν, ὦ Θρασύμαχε, καὶ σὺ ἀπεκρίνω δίκαιον εἶναι—καίτοι ἔμοιγε ἀπηγόρευες ὅπως μὴ τοῦτο ἀποκρινοίμην—πρόσεστιν δὲ δὴ αὐτόθι τὸ τοῦ κρείττονος. σμικρά γε ἴσως, ἔφη, προσθήκη. οὔπω δῆλον οὐδʼ εἰ μεγάλη· ἀλλʼ ὅτι μὲν τοῦτο σκεπτέον εἰ ἀληθῆ λέγεις, δῆλον. ἐπειδὴ γὰρ συμφέρον γέ τι εἶναι καὶ ἐγὼ ὁμολογῶ τὸ δίκαιον, σὺ δὲ προστιθεῖς καὶ αὐτὸ φῂς εἶναι τὸ τοῦ κρείττονος, ἐγὼ δὲ ἀγνοῶ, σκεπτέον δή. σκόπει, ἔφη. ταῦτʼ ἔσται, ἦν δʼ ἐγώ. καί μοι εἰπέ· οὐ καὶ πείθεσθαι μέντοι τοῖς ἄρχουσιν δίκαιον φῂς εἶναι; ἔγωγε. πότερον δὲ ἀναμάρτητοί εἰσιν οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν ἑκάσταις ἢ οἷοί τι καὶ ἁμαρτεῖν; πάντως που, ἔφη, οἷοί τι καὶ ἁμαρτεῖν. οὐκοῦν ἐπιχειροῦντες νόμους τιθέναι τοὺς μὲν ὀρθῶς τιθέασιν, τοὺς δέ τινας οὐκ ὀρθῶς; οἶμαι ἔγωγε. τὸ δὲ ὀρθῶς ἆρα τὸ τὰ συμφέροντά ἐστι τίθεσθαι ἑαυτοῖς, τὸ δὲ μὴ ὀρθῶς ἀσύμφορα; ἢ πῶς λέγεις; οὕτως. ἃ δʼ ἂν θῶνται ποιητέον τοῖς ἀρχομένοις, καὶ τοῦτό ἐστι τὸ δίκαιον; πῶς γὰρ οὔ; οὐ μόνον ἄρα δίκαιόν ἐστιν κατὰ τὸν σὸν λόγον τὸ τοῦ κρείττονος συμφέρον ποιεῖν ἀλλὰ καὶ τοὐναντίον, τὸ μὴ συμφέρον. τί λέγεις σύ; ἔφη. ἃ σὺ λέγεις, ἔμοιγε δοκῶ

Transliteration

toutʼ oun estin, ō beltiste, ho legō en hapasais tais polesin tauton einai dikaion, to tēs kathestēkuias archēs sympheron hautē de pou kratei, hōste symbainei tō orthōs logizomenō pantachou einai to auto dikaion, to tou kreittonos sympheron. nyn, ēn dʼ egō, emathon ho legeis ei de alēthes ē mē, peirasomai mathein. to sympheron men oun, ō THrasymache, kai sy apekrinō dikaion einai—kaitoi emoige apēgoreues hopōs mē touto apokrinoimēn—prosestin de dē autothi to tou kreittonos. smikra ge isōs, ephē, prosthēkē. oupō dēlon oudʼ ei megalē allʼ hoti men touto skepteon ei alēthē legeis, dēlon. epeidē gar sympheron ge ti einai kai egō homologō to dikaion, sy de prostitheis kai auto phēs einai to tou kreittonos, egō de agnoō, skepteon dē. skopei, ephē. tautʼ estai, ēn dʼ egō. kai moi eipe ou kai peithesthai mentoi tois archousin dikaion phēs einai; egōge. poteron de anamartētoi eisin hoi archontes en tais polesin hekastais ē hoioi ti kai hamartein; pantōs pou, ephē, hoioi ti kai hamartein. oukoyn epicheirountes nomous tithenai tous men orthōs titheasin, tous de tinas ouk orthōs; oimai egōge. to de orthōs ara to ta sympheronta esti tithesthai heautois, to de mē orthōs asymphora; ē pōs legeis; houtōs. ha dʼ an thōntai poiēteon tois archomenois, kai touto esti to dikaion; pōs gar ou; ou monon ara dikaion estin kata ton son logon to tou kreittonos sympheron poiein alla kai tounantion, to mē sympheron. ti legeis sy; ephē. ha sy legeis, emoige dokō

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 339 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook