Work 1 · Passage 39
Plato
Greek
διὰ δὴ ταῦτα ἔγωγε, ὦ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἀνορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδʼ ἐπιτάττει κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ· ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖν ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμήν, ἢ ζημίαν ἐὰν μὴ ἄρχῃ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες; ἔφη ὁ Γλαύκων· τοὺς μὲν γὰρ δύο μισθοὺς γιγνώσκω, τὴν δὲ ζημίαν ἥντινα λέγεις καὶ ὡς ἐν μισθοῦ μέρει εἴρηκας, οὐ συνῆκα. τὸν τῶν βελτίστων ἄρα μισθόν, ἔφην, οὐ συνιεῖς, διʼ ὃν ἄρχουσιν οἱ ἐπιεικέστατοι, ὅταν ἐθέλωσιν ἄρχειν. ἢ οὐκ οἶσθα ὅτι τὸ φιλότιμόν τε καὶ φιλάργυρον εἶναι ὄνειδος λέγεταί τε καὶ ἔστιν; ἔγωγε, ἔφη. διὰ ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὔτε χρημάτων ἕνεκα ἐθέλουσιν ἄρχειν οἱ ἀγαθοὶ οὔτε τιμῆς· οὔτε γὰρ φανερῶς πραττόμενοι τῆς ἀρχῆς ἕνεκα μισθὸν μισθωτοὶ βούλονται κεκλῆσθαι, οὔτε λάθρᾳ αὐτοὶ ἐκ τῆς ἀρχῆς λαμβάνοντες κλέπται. οὐδʼ αὖ τιμῆς ἕνεκα· οὐ γάρ εἰσι φιλότιμοι. δεῖ δὴ αὐτοῖς ἀνάγκην προσεῖναι καὶ ζημίαν, εἰ μέλλουσιν ἐθέλειν ἄρχειν—ὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαι—τῆς δὲ ζημίας μεγίστη τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ἐὰν μὴ αὐτὸς ἐθέλῃ ἄρχειν· ἣν δείσαντές μοι φαίνονται ἄρχειν, ὅταν ἄρχωσιν, οἱ ἐπιεικεῖς, καὶ τότε ἔρχονται ἐπὶ τὸ ἄρχειν οὐχ ὡς ἐπʼ ἀγαθόν τι ἰόντες οὐδʼ ὡς εὐπαθήσοντες ἐν αὐτῷ, ἀλλʼ ὡς ἐπʼ ἀναγκαῖον καὶ οὐκ ἔχοντες ἑαυτῶν βελτίοσιν ἐπιτρέψαι οὐδὲ ὁμοίοις. ἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγαθῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν ὥσπερ νυνὶ τὸ ἄρχειν, καὶ ἐνταῦθʼ ἂν καταφανὲς γενέσθαι ὅτι τῷ ὄντι ἀληθινὸς ἄρχων οὐ πέφυκε τὸ αὑτῷ συμφέρον σκοπεῖσθαι ἀλλὰ τὸ τῷ ἀρχομένῳ
Transliteration
dia dē tauta egōge, ō phile THrasymache, kai arti elegon mēdena ethelein hekonta archein kai ta allotria kaka metacheirizesthai anorthounta, alla misthon aitein, hoti ho mellōn kalōs tē technē praxein oudepote hautō to beltiston prattei oudʼ epitattei kata tēn technēn epitattōn, alla tō archomenō hōn dē heneka, hōs eoike, misthon dein hyparchein tois mellousin ethelēsein archein, ē argyrion ē timēn, ē zēmian ean mē archē. pōs touto legeis, ō Sōkrates; ephē ho Glaukōn tous men gar dyo misthous gignōskō, tēn de zēmian hēntina legeis kai hōs en misthou merei eirēkas, ou synēka. ton tōn beltistōn ara misthon, ephēn, ou synieis, diʼ hon archousin hoi epieikestatoi, hotan ethelōsin archein. ē ouk oistha hoti to philotimon te kai philargyron einai oneidos legetai te kai estin; egōge, ephē. dia tauta toinyn, ēn dʼ egō, oute chrēmatōn heneka ethelousin archein hoi agathoi oute timēs oute gar phanerōs prattomenoi tēs archēs heneka misthon misthōtoi boulontai keklēsthai, oute lathra autoi ek tēs archēs lambanontes kleptai. oudʼ au timēs heneka ou gar eisi philotimoi. dei dē autois anankēn proseinai kai zēmian, ei mellousin ethelein harchein—othen kindyneuei to hekonta epi to archein ienai alla mē anankēn perimenein aischron nenomisthai—tēs de zēmias megistē to hypo ponēroterou archesthai, ean mē autos ethelē archein hēn deisantes moi phainontai archein, hotan archōsin, hoi epieikeis, kai tote erchontai epi to archein ouch hōs epʼ agathon ti iontes oudʼ hōs eupathēsontes en autō, allʼ hōs epʼ anankaion kai ouk echontes heautōn beltiosin epitrepsai oude homoiois. epei kindyneuei polis andrōn agathōn ei genoito, perimachēton an einai to mē archein hōsper nyni to archein, kai entauthʼ an kataphanes genesthai hoti tō onti alēthinos archōn ou pephyke to hautō sympheron skopeisthai alla to tō archomenō
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 347 part 1; transliteration: greek-transliteration (build)