Work 1 · Passage 46
Plato
Greek
τοῦτο τοίνυν ἐρωτῶ, ὅπερ ἄρτι, ἵνα καὶ ἑξῆς διασκεψώμεθα >τὸν λόγον, ὁποῖόν τι τυγχάνει ὂν δικαιοσύνη πρὸς ἀδικίαν. ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρότερον εἴη ἀδικία δικαιοσύνης· νῦν δέ γʼ, ἔφην, εἴπερ σοφία τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἡ ἀδικία— οὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειεν—ἀλλʼ οὔ τι οὕτως ἁπλῶς, ὦ Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι· πόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ ὑφʼ ἑαυτῇ ἔχειν δουλωσαμένην; πῶς γὰρ οὔκ; ἔφη. καὶ τοῦτό γε ἡ ἀρίστη μάλιστα ποιήσει καὶ τελεώτατα οὖσα ἄδικος. μανθάνω, ἔφην, ὅτι σὸς οὗτος ἦν ὁ λόγος. ἀλλὰ τόδε περὶ αὐτοῦ σκοπῶ· πότερον ἡ κρείττων γιγνομένη πόλις πόλεως ἄνευ δικαιοσύνης τὴν δύναμιν ταύτην ἕξει, ἢ ἀνάγκη αὐτῇ μετὰ δικαιοσύνης; εἰ μέν, ἔφη, ὡς σὺ ἄρτι ἔλεγες ἔχει—ἡ δικαιοσύνη σοφία—μετὰ δικαιοσύνης· εἰ δʼ ὡς ἐγὼ ἔλεγον, μετὰ ἀδικίας. πάνυ ἄγαμαι, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, ὅτι οὐκ ἐπινεύεις μόνον καὶ ἀνανεύεις, ἀλλὰ καὶ ἀποκρίνῃ πάνυ καλῶς. σοὶ γάρ, ἔφη, χαρίζομαι. εὖ γε σὺ ποιῶν· ἀλλὰ δὴ καὶ τόδε μοι χάρισαι καὶ λέγε· δοκεῖς ἂν ἢ πόλιν ἢ στρατόπεδον ἢ λῃστὰς ἢ κλέπτας ἢ ἄλλο τι ἔθνος, ὅσα κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους; οὐ δῆτα, ἦ δʼ ὅς. τί δʼ εἰ μὴ ἀδικοῖεν; οὐ μᾶλλον; πάνυ γε. στάσεις γάρ που, ὦ Θρασύμαχε, ἥ γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, ἡ δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν· ἦ γάρ; ἔστω, ἦ δʼ ὅς, ἵνα σοι μὴ διαφέρωμαι. ἀλλʼ εὖ γε σὺ ποιῶν, ὦ ἄριστε. τόδε δέ μοι λέγε
Transliteration
touto toinyn erōtō, hoper arti, hina kai hexēs diaskepsōmetha >ton logon, hopoion ti tynchanei on dikaiosynē pros adikian. elechthē gar pou hoti kai dynatōteron kai ischyroteron eiē adikia dikaiosynēs nyn de gʼ, ephēn, eiper sophia te kai aretē estin dikaiosynē, rhadiōs oimai phanēsetai kai ischyroteron adikias, epeidēper estin amathia hē adikia— oudeis an eti touto agnoēseien—allʼ ou ti houtōs haplōs, ō THrasymache, egōge epithymō, alla tēde pē skepsasthai polin phaiēs an adikon einai kai allas poleis epicheirein douloysthai adikōs kai katadedoulōsthai, pollas de kai hyphʼ heautē echein doulōsamenēn; pōs gar ouk; ephē. kai touto ge hē aristē malista poiēsei kai teleōtata ousa adikos. manthanō, ephēn, hoti sos houtos ēn ho logos. alla tode peri autou skopō poteron hē kreittōn gignomenē polis poleōs aneu dikaiosynēs tēn dynamin tautēn hexei, ē anankē autē meta dikaiosynēs; ei men, ephē, hōs sy arti eleges hechei—ē dikaiosynē sophia—meta dikaiosynēs ei dʼ hōs egō elegon, meta adikias. pany agamai, ēn dʼ egō, ō THrasymache, hoti ouk epineueis monon kai ananeueis, alla kai apokrinē pany kalōs. soi gar, ephē, charizomai. eu ge sy poiōn alla dē kai tode moi charisai kai lege dokeis an ē polin ē stratopedon ē lēstas ē kleptas ē allo ti ethnos, hosa koinē epi ti erchetai adikōs, praxai an ti dynasthai, ei adikoien allēlous; ou dēta, ē dʼ hos. ti dʼ ei mē adikoien; ou mallon; pany ge. staseis gar pou, ō THrasymache, hē ge adikia kai misē kai machas en allēlois parechei, hē de dikaiosynē homonoian kai philian ē gar; estō, ē dʼ hos, hina soi mē diapherōmai. allʼ eu ge sy poiōn, ō ariste. tode de moi lege
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 351 part 1; transliteration: greek-transliteration (build)