Work 1 · Passage 48
Plato
Greek
οὐκοῦν τοιάνδε τινὰ φαίνεται ἔχουσα τὴν δύναμιν, οἵαν, ᾧ ἂν ἐγγένηται, εἴτε πόλει τινὶ εἴτε γένει εἴτε στρατοπέδῳ εἴτε ἄλλῳ ὁτῳοῦν, πρῶτον μὲν ἀδύνατον αὐτὸ ποιεῖν πράττειν μεθʼ αὑτοῦ διὰ τὸ στασιάζειν καὶ διαφέρεσθαι, ἔτι δʼ ἐχθρὸν εἶναι ἑαυτῷ τε καὶ τῷ ἐναντίῳ παντὶ καὶ τῷ δικαίῳ; οὐχ οὕτως; πάνυ γε. καὶ ἐν ἑνὶ δὴ οἶμαι ἐνοῦσα ταὐτὰ ταῦτα ποιήσει ἅπερ πέφυκεν ἐργάζεσθαι· πρῶτον μὲν ἀδύνατον αὐτὸν πράττειν ποιήσει στασιάζοντα καὶ οὐχ ὁμονοοῦντα αὐτὸν ἑαυτῷ, ἔπειτα ἐχθρὸν καὶ ἑαυτῷ καὶ τοῖς δικαίοις· ἦ γάρ; ναί. δίκαιοι δέ γʼ εἰσίν, ὦ φίλε, καὶ οἱ θεοί; ἔστω, ἔφη. καὶ θεοῖς ἄρα ἐχθρὸς ἔσται ὁ ἄδικος, ὦ Θρασύμαχε, ὁ δὲ δίκαιος φίλος. εὐωχοῦ τοῦ λόγου, ἔφη, θαρρῶν· οὐ γὰρ ἔγωγέ σοι ἐναντιώσομαι, ἵνα μὴ τοῖσδε ἀπέχθωμαι. ἴθι δή, ἦν δʼ ἐγώ, καὶ τὰ λοιπά μοι τῆς ἑστιάσεως ἀποπλήρωσον ἀποκρινόμενος ὥσπερ καὶ νῦν. ὅτι μὲν γὰρ καὶ σοφώτεροι καὶ ἀμείνους καὶ δυνατώτεροι πράττειν οἱ δίκαιοι φαίνονται, οἱ δὲ ἄδικοι οὐδὲ πράττειν μετʼ ἀλλήλων οἷοί τε—ἀλλὰ δὴ καὶ οὕς φαμεν ἐρρωμένως πώποτέ τι μετʼ ἀλλήλων κοινῇ πρᾶξαι ἀδίκους ὄντας, τοῦτο οὐ παντάπασιν ἀληθὲς λέγομεν· οὐ γὰρ ἂν ἀπείχοντο ἀλλήλων κομιδῇ ὄντες ἄδικοι, ἀλλὰ δῆλον ὅτι ἐνῆν τις αὐτοῖς δικαιοσύνη, ἣ αὐτοὺς ἐποίει μήτοι καὶ ἀλλήλους γε καὶ ἐφʼ οὓς ᾖσαν ἅμα ἀδικεῖν, διʼ ἣν ἔπραξαν ἃ ἔπραξαν, ὥρμησαν δὲ ἐπὶ τὰ ἄδικα ἀδικίᾳ ἡμιμόχθηροι ὄντες, ἐπεὶ οἵ γε παμπόνηροι καὶ τελέως ἄδικοι τελέως εἰσὶ καὶ πράττειν ἀδύνατοι—ταῦτα μὲν οὖν ὅτι οὕτως ἔχει μανθάνω, ἀλλʼ οὐχ ὡς σὺ τὸ πρῶτον ἐτίθεσο· εἰ δὲ καὶ ἄμεινον ζῶσιν οἱ δίκαιοι τῶν ἀδίκων καὶ εὐδαιμονέστεροί εἰσιν, ὅπερ τὸ ὕστερον προυθέμεθα σκέψασθαι, σκεπτέον. φαίνονται μὲν οὖν καὶ νῦν, ὥς γέ μοι δοκεῖ, ἐξ ὧν εἰρήκαμεν· ὅμως δʼ ἔτι βέλτιον σκεπτέον. οὐ γὰρ περὶ τοῦ ἐπιτυχόντος ὁ λόγος, ἀλλὰ περὶ τοῦ ὅντινα τρόπον χρὴ ζῆν. σκόπει δή, ἔφη. σκοπῶ, ἦν δʼ ἐγώ. καί μοι λέγε
Transliteration
oukoyn toiande tina phainetai echousa tēn dynamin, hoian, hō an engenētai, eite polei tini eite genei eite stratopedō eite allō hotōoun, prōton men adynaton auto poiein prattein methʼ hautou dia to stasiazein kai diapheresthai, eti dʼ echthron einai heautō te kai tō enantiō panti kai tō dikaiō; ouch houtōs; pany ge. kai en heni dē oimai enousa tauta tauta poiēsei haper pephyken ergazesthai prōton men adynaton auton prattein poiēsei stasiazonta kai ouch homonoounta auton heautō, epeita echthron kai heautō kai tois dikaiois ē gar; nai. dikaioi de gʼ eisin, ō phile, kai hoi theoi; estō, ephē. kai theois ara echthros estai ho adikos, ō THrasymache, ho de dikaios philos. euōchou tou logou, ephē, tharrhōn ou gar egōge soi enantiōsomai, hina mē toisde apechthōmai. ithi dē, ēn dʼ egō, kai ta loipa moi tēs hestiaseōs apoplērōson apokrinomenos hōsper kai nyn. hoti men gar kai sophōteroi kai ameinous kai dynatōteroi prattein hoi dikaioi phainontai, hoi de adikoi oude prattein metʼ allēlōn hoioi te—alla dē kai hous phamen errhōmenōs pōpote ti metʼ allēlōn koinē praxai adikous ontas, touto ou pantapasin alēthes legomen ou gar an apeichonto allēlōn komidē ontes adikoi, alla dēlon hoti enēn tis autois dikaiosynē, hē autous epoiei mētoi kai allēlous ge kai ephʼ hous ēsan hama adikein, diʼ hēn epraxan ha epraxan, hōrmēsan de epi ta adika adikia hēmimochthēroi ontes, epei hoi ge pamponēroi kai teleōs adikoi teleōs eisi kai prattein adynatoi—tauta men oun hoti houtōs echei manthanō, allʼ ouch hōs sy to prōton etitheso ei de kai ameinon zōsin hoi dikaioi tōn adikōn kai eudaimonesteroi eisin, hoper to hysteron prouthemetha skepsasthai, skepteon. phainontai men oun kai nyn, hōs ge moi dokei, ex hōn eirēkamen homōs dʼ eti beltion skepteon. ou gar peri tou epitychontos ho logos, alla peri tou hontina tropon chrē zēn. skopei dē, ephē. skopō, ēn dʼ egō. kai moi lege
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 352 part 1; transliteration: greek-transliteration (build)