Work 1 · Passage 8
Plato
Greek
ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος , ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ, γλυκεῖά οἱ καρδίαν ἀτάλλοισα γηροτρόφος συναορεῖ ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ. Pindar Frag. 214, Loeb εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτʼ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ἢ ψεύσασθαι, μηδʼ αὖ ὀφείλοντα ἢ θεῷ θυσίας τινὰς ἢ ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο ἡ τῶν χρημάτων κτῆσις συμβάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι. παγκάλως, ἦν δʼ ἐγώ, λέγεις, ὦ Κέφαλε. τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, ἢ καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ὁ ἀποδιδούς, οὐδʼ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν. ὀρθῶς, ἔφη, λέγεις. οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἃ ἂν λάβῃ τις ἀποδιδόναι. πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὑπολαβὼν ὁ Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι. καὶ μέντοι, ἔφη ὁ Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον
Transliteration
ho men oun heuriskōn heautou en tō biō polla adikēmata kai ek tōn hypnōn, hōsper hoi paides, thama egeiromenos deimainei kai zē meta kakēs elpidos tō de mēden heautō adikon syneidoti hēdeia elpis aei paresti kai agathē gērotrophos , hōs kai Pindaros legei. charientōs gar toi, ō Sōkrates, toutʼ ekeinos eipen, hoti hos an dikaiōs kai hosiōs ton bion diagagē, glykeia hoi kardian atalloisa gērotrophos synaorei elpis ha malista thnatōn polystrophon gnōman kyberna. Pindar Frag. 214, Loeb eu oun legei thaumastōs hōs sphodra. pros dē toutʼ egōge tithēmi tēn tōn chrēmatōn ktēsin pleistou axian einai, ou ti panti andri alla tō epieikei kai kosmiō. to gar mēde akonta tina exapatēsai ē pseusasthai, mēdʼ au opheilonta ē theō thysias tinas ē anthrōpō chrēmata epeita ekeise apienai dediota, mega meros eis touto hē tōn chrēmatōn ktēsis symballetai. echei de kai allas chreias pollas alla hen ge anthʼ henos ouk elachiston egōge theiēn an eis touto andri noun echonti, ō Sōkrates, plouton chrēsimōtaton einai. pankalōs, ēn dʼ egō, legeis, ō Kephale. touto dʼ auto, tēn dikaiosynēn, potera tēn alētheian auto phēsomen einai haplōs houtōs kai to apodidonai an tis ti para tou labē, ē kai auta tauta estin eniote men dikaiōs, eniote de adikōs poiein; hoion toionde legō pas an pou eipoi, ei tis laboi para philou andros sōphronountos hopla, ei maneis apaitoi, hoti oute chrē ta toiauta apodidonai, oute dikaios an eiē ho apodidous, oudʼ au pros ton houtōs echonta panta ethelōn talēthē legein. orthōs, ephē, legeis. ouk ara houtos horos estin dikaiosynēs, alēthē te legein kai ha an labē tis apodidonai. pany men oun, ephē, ō Sōkrates, hypolabōn ho Polemarchos, eiper ge ti chrē Simōnidē peithesthai. kai mentoi, ephē ho Kephalos, kai paradidōmi hymin ton logon
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 331 part 1; transliteration: greek-transliteration (build)