Work 2 · Passage 10
Plato
Greek
φάναι δὴ πάντας καὶ βούλεσθαι καὶ κελεύειν αὐτὸν εἰσηγεῖσθαι. εἰπεῖν οὖν τὸν Ἐρυξίμαχον ὅτι ἡ μέν μοι ἀρχὴ τοῦ λόγου ἐστὶ κατὰ τὴν Εὐριπίδου Μελανίππην· οὐ γὰρ ἐμὸς ὁ μῦθος, ἀλλὰ Φαίδρου τοῦδε, ὃν μέλλω λέγειν. Φαῖδρος γὰρ ἑκάστοτε πρός με ἀγανακτῶν λέγει οὐ δεινόν, φησίν, ὦ Ἐρυξίμαχε, ἄλλοις μέν τισι θεῶν ὕμνους καὶ παίωνας εἶναι ὑπὸ τῶν ποιητῶν πεποιημένους, τῷ δὲ Ἔρωτι, τηλικούτῳ ὄντι καὶ τοσούτῳ θεῷ, μηδὲ ἕνα πώποτε τοσούτων γεγονότων ποιητῶν πεποιηκέναι μηδὲν ἐγκώμιον; εἰ δὲ βούλει αὖ σκέψασθαι τοὺς χρηστοὺς σοφιστάς, Ἡρακλέους μὲν καὶ ἄλλων ἐπαίνους καταλογάδην συγγράφειν, ὥσπερ ὁ βέλτιστος Πρόδικος—καὶ τοῦτο μὲν ἧττον καὶ θαυμαστόν, ἀλλʼ ἔγωγε ἤδη τινὶ ἐνέτυχον βιβλίῳ ἀνδρὸς σοφοῦ, ἐν ᾧ ἐνῆσαν ἅλες ἔπαινον θαυμάσιον ἔχοντες πρὸς ὠφελίαν, καὶ ἄλλα τοιαῦτα συχνὰ ἴδοις ἂν ἐγκεκωμιασμένα—τὸ οὖν τοιούτων μὲν πέρι πολλὴν σπουδὴν ποιήσασθαι, ἔρωτα δὲ μηδένα πω ἀνθρώπων τετολμηκέναι εἰς ταυτηνὶ τὴν ἡμέραν ἀξίως ὑμνῆσαι· ἀλλʼ οὕτως ἠμέληται τοσοῦτος θεός. ταῦτα δή μοι δοκεῖ εὖ λέγειν Φαῖδρος. ἐγὼ οὖν ἐπιθυμῶ ἅμα μὲν τούτῳ ἔρανον εἰσενεγκεῖν καὶ χαρίσασθαι, ἅμα δʼ ἐν τῷ παρόντι πρέπον μοι δοκεῖ εἶναι ἡμῖν τοῖς παροῦσι κοσμῆσαι τὸν θεόν. εἰ οὖν συνδοκεῖ καὶ ὑμῖν, γένοιτʼ ἂν ἡμῖν ἐν λόγοις ἱκανὴ διατριβή· δοκεῖ γάρ μοι χρῆναι ἕκαστον ἡμῶν λόγον εἰπεῖν ἔπαινον Ἔρωτος ἐπὶ δεξιὰ ὡς ἂν δύνηται κάλλιστον, ἄρχειν δὲ Φαῖδρον πρῶτον, ἐπειδὴ καὶ πρῶτος κατάκειται καὶ ἔστιν ἅμα πατὴρ τοῦ λόγου. οὐδείς σοι, ὦ Ἐρυξίμαχε, φάναι τὸν Σωκράτη, ἐναντία ψηφιεῖται. οὔτε γὰρ ἄν που ἐγὼ ἀποφήσαιμι, ὃς οὐδέν φημι ἄλλο ἐπίστασθαι ἢ τὰ ἐρωτικά, οὔτε που Ἀγάθων καὶ Παυσανίας, οὐδὲ μὴν Ἀριστοφάνης, ᾧ περὶ Διόνυσον καὶ Ἀφροδίτην πᾶσα ἡ διατριβή, οὐδὲ ἄλλος οὐδεὶς τουτωνὶ ὧν ἐγὼ ὁρῶ. καίτοι οὐκ ἐξ ἴσου γίγνεται ἡμῖν τοῖς ὑστάτοις κατακειμένοις
Transliteration
phanai dē pantas kai boulesthai kai keleuein auton eisēgeisthai. eipein oun ton Eryximachon hoti hē men moi archē tou logou esti kata tēn Eyripidou Melanippēn ou gar emos ho mythos, alla PHaidrou toude, hon mellō legein. PHaidros gar hekastote pros me aganaktōn legei ou deinon, phēsin, ō Eryximache, allois men tisi theōn hymnous kai paiōnas einai hypo tōn poiētōn pepoiēmenous, tō de Erōti, tēlikoutō onti kai tosoutō theō, mēde hena pōpote tosoutōn gegonotōn poiētōn pepoiēkenai mēden enkōmion; ei de boulei au skepsasthai tous chrēstous sophistas, hĒrakleous men kai allōn epainous katalogadēn syngraphein, hōsper ho beltistos Prodikos—kai touto men hētton kai thaumaston, allʼ egōge ēdē tini enetychon bibliō andros sophou, en hō enēsan hales epainon thaumasion echontes pros ōphelian, kai alla toiauta sychna idois an enkekōmiasmena—to oun toioutōn men peri pollēn spoudēn poiēsasthai, erōta de mēdena pō anthrōpōn tetolmēkenai eis tautēni tēn hēmeran axiōs hymnēsai allʼ houtōs ēmelētai tosoutos theos. tauta dē moi dokei eu legein PHaidros. egō oun epithymō hama men toutō eranon eisenenkein kai charisasthai, hama dʼ en tō paronti prepon moi dokei einai hēmin tois parousi kosmēsai ton theon. ei oun syndokei kai hymin, genoitʼ an hēmin en logois hikanē diatribē dokei gar moi chrēnai hekaston hēmōn logon eipein epainon Erōtos epi dexia hōs an dynētai kalliston, archein de PHaidron prōton, epeidē kai prōtos katakeitai kai estin hama patēr tou logou. oudeis soi, ō Eryximache, phanai ton Sōkratē, enantia psēphieitai. oute gar an pou egō apophēsaimi, hos ouden phēmi allo epistasthai ē ta erōtika, oute pou Agathōn kai Pausanias, oude mēn Aristophanēs, hō peri Dionyson kai Aphroditēn pasa hē diatribē, oude allos oudeis toutōni hōn egō horō. kaitoi ouk ex isou gignetai hēmin tois hystatois katakeimenois
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 177 part 1; transliteration: greek-transliteration (build)