Work 2 · Passage 27
Plato
Greek
ἥ τε οὖν ἰατρική, ὥσπερ λέγω, πᾶσα διὰ τοῦ θεοῦ τούτου κυβερνᾶται, ὡσαύτως δὲ καὶ γυμναστικὴ καὶ γεωργία· μουσικὴ δὲ καὶ παντὶ κατάδηλος τῷ καὶ σμικρὸν προσέχοντι τὸν νοῦν ὅτι κατὰ ταὐτὰ ἔχει τούτοις, ὥσπερ ἴσως καὶ Ἡράκλειτος βούλεται λέγειν, ἐπεὶ τοῖς γε ῥήμασιν οὐ καλῶς λέγει. τὸ ἓν γάρ φησι διαφερόμενον αὐτὸ αὑτῷ συμφέρεσθαι, ὥσπερ ἁρμονίαν τόξου τε καὶ λύρας. ἔστι δὲ πολλὴ ἀλογία ἁρμονίαν φάναι διαφέρεσθαι ἢ ἐκ διαφερομένων ἔτι εἶναι. ἀλλὰ ἴσως τόδε ἐβούλετο λέγειν, ὅτι ἐκ διαφερομένων πρότερον τοῦ ὀξέος καὶ βαρέος, ἔπειτα ὕστερον ὁμολογησάντων γέγονεν ὑπὸ τῆς μουσικῆς τέχνης. οὐ γὰρ δήπου ἐκ διαφερομένων γε ἔτι τοῦ ὀξέος καὶ βαρέος ἁρμονία ἂν εἴη· ἡ γὰρ ἁρμονία συμφωνία ἐστίν, συμφωνία δὲ ὁμολογία τις—ὁμολογίαν δὲ ἐκ διαφερομένων, ἕως ἂν διαφέρωνται, ἀδύνατον εἶναι· διαφερόμενον δὲ αὖ καὶ μὴ ὁμολογοῦν ἀδύνατον ἁρμόσαι—ὥσπερ γε καὶ ὁ ῥυθμὸς ἐκ τοῦ ταχέος καὶ βραδέος, ἐκ διενηνεγμένων πρότερον, ὕστερον δὲ ὁμολογησάντων γέγονε. τὴν δὲ ὁμολογίαν πᾶσι τούτοις, ὥσπερ ἐκεῖ ἡ ἰατρική, ἐνταῦθα ἡ μουσικὴ ἐντίθησιν, ἔρωτα καὶ ὁμόνοιαν ἀλλήλων ἐμποιήσασα· καὶ ἔστιν αὖ μουσικὴ περὶ ἁρμονίαν καὶ ῥυθμὸν ἐρωτικῶν ἐπιστήμη. καὶ ἐν μέν γε αὐτῇ τῇ συστάσει ἁρμονίας τε καὶ ῥυθμοῦ οὐδὲν χαλεπὸν τὰ ἐρωτικὰ διαγιγνώσκειν, οὐδὲ ὁ διπλοῦς ἔρως ἐνταῦθά πω ἔστιν· ἀλλʼ ἐπειδὰν δέῃ πρὸς τοὺς ἀνθρώπους καταχρῆσθαι ῥυθμῷ τε καὶ ἁρμονίᾳ ἢ ποιοῦντα, ὃ δὴ μελοποιίαν καλοῦσιν, ἢ χρώμενον ὀρθῶς τοῖς πεποιημένοις μέλεσί τε καὶ μέτροις, ὃ δὴ παιδεία ἐκλήθη, ἐνταῦθα δὴ καὶ χαλεπὸν καὶ ἀγαθοῦ δημιουργοῦ δεῖ. πάλιν γὰρ ἥκει ὁ αὐτὸς λόγος, ὅτι τοῖς μὲν κοσμίοις τῶν ἀνθρώπων, καὶ ὡς ἂν κοσμιώτεροι γίγνοιντο οἱ μήπω ὄντες, δεῖ χαρίζεσθαι καὶ φυλάττειν τὸν τούτων ἔρωτα, καὶ οὗτός ἐστιν ὁ καλός, ὁ οὐράνιος, ὁ τῆς Οὐρανίας μούσης Ἔρως
Transliteration
hē te oun iatrikē, hōsper legō, pasa dia tou theou toutoy kybernatai, hōsautōs de kai gymnastikē kai geōrgia mousikē de kai panti katadēlos tō kai smikron prosechonti ton noun hoti kata tauta echei toutois, hōsper isōs kai hĒrakleitos bouletai legein, epei tois ge rhēmasin ou kalōs legei. to hen gar phēsi diapheromenon auto hautō sympheresthai, hōsper harmonian toxou te kai lyras. esti de pollē alogia harmonian phanai diapheresthai ē ek diapheromenōn eti einai. alla isōs tode ebouleto legein, hoti ek diapheromenōn proteron tou oxeos kai bareos, epeita hysteron homologēsantōn gegonen hypo tēs mousikēs technēs. ou gar dēpou ek diapheromenōn ge eti tou oxeos kai bareos harmonia an eiē hē gar harmonia symphōnia estin, symphōnia de homologia htis—omologian de ek diapheromenōn, heōs an diapherōntai, adynaton einai diapheromenon de au kai mē homologoun adynaton harmosai—ōsper ge kai ho rhythmos ek tou tacheos kai bradeos, ek dienēnegmenōn proteron, hysteron de homologēsantōn gegone. tēn de homologian pasi toutois, hōsper ekei hē iatrikē, entautha hē mousikē entithēsin, erōta kai homonoian allēlōn empoiēsasa kai estin au mousikē peri harmonian kai rhythmon erōtikōn epistēmē. kai en men ge autē tē systasei harmonias te kai rhythmou ouden chalepon ta erōtika diagignōskein, oude ho diplous erōs entautha pō estin allʼ epeidan deē pros tous anthrōpous katachrēsthai rhythmō te kai harmonia ē poiounta, ho dē melopoiian kalousin, ē chrōmenon orthōs tois pepoiēmenois melesi te kai metrois, ho dē paideia eklēthē, entautha dē kai chalepon kai agathou dēmiourgoy dei. palin gar hēkei ho autos logos, hoti tois men kosmiois tōn anthrōpōn, kai hōs an kosmiōteroi gignointo hoi mēpō ontes, dei charizesthai kai phylattein ton toutōn erōta, kai houtos estin ho kalos, ho ouranios, ho tēs Oyranias mousēs Erōs
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 187 part 1; transliteration: greek-transliteration (build)