Languages

Work 2 · Passage 46

Work 2 · Passage 46

Plato

Greek

καὶ μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα; ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δʼ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός; τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων Unknown . ὅθεν δὴ καὶ κατεσκευάσθη τῶν θεῶν τὰ πράγματα Ἔρωτος ἐγγενομένου, δῆλον ὅτι κάλλους—αἴσχει γὰρ οὐκ ἔπι ἔρως—πρὸ τοῦ δέ, ὥσπερ ἐν ἀρχῇ εἶπον, πολλὰ καὶ δεινὰ θεοῖς ἐγίγνετο, ὡς λέγεται, διὰ τὴν τῆς ἀνάγκης βασιλείαν· ἐπειδὴ δʼ ὁ θεὸς οὗτος ἔφυ, ἐκ τοῦ ἐρᾶν τῶν καλῶν πάντʼ ἀγαθὰ γέγονεν καὶ θεοῖς καὶ ἀνθρώποις. οὕτως ἐμοὶ δοκεῖ, ὦ Φαῖδρε, Ἔρως πρῶτος αὐτὸς ὢν κάλλιστος καὶ ἄριστος μετὰ τοῦτο τοῖς ἄλλοις ἄλλων τοιούτων αἴτιος εἶναι. ἐπέρχεται δέ μοί τι καὶ ἔμμετρον εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην νηνεμίαν, ἀνέμων κοίτην ὕπνον τʼ ἐνὶ κήδει. Plato οὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε συνόδους μετʼ ἀλλήλων πάσας τιθεὶς συνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών· πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας· ἵλεως ἀγαθός· θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς· ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις· τρυφῆς, ἁβρότητος, χλιδῆς, χαρίτων, ἱμέρου, πόθου πατήρ· ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν

Transliteration

kai men dē tēn ge tōn zōōn poiēsin pantōn tis enantiōsetai mē ouchi Erōtos einai sophian, hē gignetai te kai phyetai panta ta zōa; alla tēn tōn technōn dēmiourgian ouk ismen, hoti hou men an ho theos houtos didaskalos genētai, ellogimos kai phanos apebē, hou dʼ an Erōs mē ephapsētai, skoteinos; toxikēn ge mēn kai iatrikēn kai mantikēn Apollōn anēuren epithymias kai erōtos hēgemoneusantos, hōste kai houtos Erōtos an eiē mathētēs, kai Mousai mousikēs kai hĒphaistos chalkeias kai Athēna histourgias kai Zeus kybernan theōn te kai anthrōpōn Unknown . hothen dē kai kateskeuasthē tōn theōn ta pragmata Erōtos engenomenou, dēlon hoti kallous—aischei gar ouk epi erōs—pro tou de, hōsper en archē eipon, polla kai deina theois egigneto, hōs legetai, dia tēn tēs anankēs basileian epeidē dʼ ho theos houtos ephy, ek tou eran tōn kalōn pantʼ agatha gegonen kai theois kai anthrōpois. houtōs emoi dokei, ō PHaidre, Erōs prōtos autos ōn kallistos kai aristos meta touto tois allois allōn toioutōn aitios einai. eperchetai de moi ti kai emmetron eipein, hoti houtos estin ho poiōn eirēnēn men en anthrōpois, pelagei de galēnēn nēnemian, anemōn koitēn hypnon tʼ eni kēdei. Plato houtos de hēmas allotriotētos men kenoi, oikeiotētos de plēroi, tas toiasde synodous metʼ allēlōn pasas titheis synienai, en heortais, en chorois, en thysiaisi gignomenos hēgemōn praotēta men porizōn, agriotēta dʼ exorizōn philodōros eumeneias, adōros dysmeneias hileōs agathos theatos sophois, agastos theois zēlōtos amoirois, ktētos eumoirois tryphēs, habrotētos, chlidēs, charitōn, himerou, pothou patēr epimelēs agathōn, amelēs kakōn

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 197 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook