Languages

Work 2 · Passage 50

Work 2 · Passage 50

Plato

Greek

διὰ ταῦτα δὴ οἶμαι πάντα λόγον κινοῦντες ἀνατίθετε τῷ Ἔρωτι, καί φατε αὐτὸν τοιοῦτόν τε εἶναι καὶ τοσούτων αἴτιον, ὅπως ἂν φαίνηται ὡς κάλλιστος καὶ ἄριστος, δῆλον ὅτι τοῖς μὴ γιγνώσκουσιν—οὐ γὰρ δήπου τοῖς γε εἰδόσιν—καὶ καλῶς γʼ ἔχει καὶ σεμνῶς ὁ ἔπαινος. ἀλλὰ γὰρ ἐγὼ οὐκ ᾔδη ἄρα τὸν τρόπον τοῦ ἐπαίνου, οὐ δʼ εἰδὼς ὑμῖν ὡμολόγησα καὶ αὐτὸς ἐν τῷ μέρει ἐπαινέσεσθαι. ἡ γλῶσσα Eur. Hippol. 612 οὖν ὑπέσχετο, ἡ δὲ φρὴν οὔ· χαιρέτω δή. οὐ γὰρ ἔτι ἐγκωμιάζω τοῦτον τὸν τρόπον—οὐ γὰρ ἂν δυναίμην—οὐ μέντοι ἀλλὰ τά γε ἀληθῆ, εἰ βούλεσθε, ἐθέλω εἰπεῖν κατʼ ἐμαυτόν, οὐ πρὸς τοὺς ὑμετέρους λόγους, ἵνα μὴ γέλωτα ὄφλω. ὅρα οὖν, ὦ Φαῖδρε, εἴ τι καὶ τοιούτου λόγου δέῃ, περὶ Ἔρωτος τἀληθῆ λεγόμενα ἀκούειν, ὀνομάσει δὲ καὶ θέσει ῥημάτων τοιαύτῃ ὁποία δἄν τις τύχῃ ἐπελθοῦσα. τὸν οὖν Φαῖδρον ἔφη καὶ τοὺς ἄλλους κελεύειν λέγειν, ὅπῃ αὐτὸς οἴοιτο δεῖν εἰπεῖν, ταύτῃ. ἔτι τοίνυν, φάναι, ὦ Φαῖδρε, πάρες μοι Ἀγάθωνα σμίκρʼ ἄττα ἐρέσθαι, ἵνα ἀνομολογησάμενος παρʼ αὐτοῦ οὕτως ἤδη λέγω. ἀλλὰ παρίημι, φάναι τὸν Φαῖδρον, ἀλλʼ ἐρώτα. μετὰ ταῦτα δὴ τὸν Σωκράτη ἔφη ἐνθένδε ποθὲν ἄρξασθαι. καὶ μήν, ὦ φίλε Ἀγάθων, καλῶς μοι ἔδοξας καθηγήσασθαι τοῦ λόγου, λέγων ὅτι πρῶτον μὲν δέοι αὐτὸν ἐπιδεῖξαι ὁποῖός τίς ἐστιν ὁ Ἔρως, ὕστερον δὲ τὰ ἔργα αὐτοῦ. ταύτην τὴν ἀρχὴν πάνυ ἄγαμαι. ἴθι οὖν μοι περὶ Ἔρωτος, ἐπειδὴ καὶ τἆλλα καλῶς καὶ μεγαλοπρεπῶς διῆλθες οἷός ἐστι, καὶ τόδε εἰπέ· πότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος ὁ Ἔρως ἔρως, ἢ οὐδενός; ἐρωτῶ δʼ οὐκ εἰ μητρός τινος ἢ πατρός ἐστιν—γελοῖον γὰρ ἂν εἴη τὸ ἐρώτημα εἰ Ἔρως ἐστὶν ἔρως μητρὸς ἢ πατρός—ἀλλʼ ὥσπερ ἂν εἰ αὐτὸ τοῦτο πατέρα ἠρώτων, ἆρα ὁ πατήρ ἐστι πατήρ τινος ἢ οὔ; εἶπες ἂν δήπου μοι, εἰ ἐβούλου καλῶς ἀποκρίνασθαι, ὅτι ἔστιν ὑέος γε ἢ θυγατρὸς ὁ πατὴρ πατήρ

Transliteration

dia tauta dē oimai panta logon kinountes anatithete tō Erōti, kai phate auton toiouton te einai kai tosoutōn aition, hopōs an phainētai hōs kallistos kai aristos, dēlon hoti tois mē gignōskousin—oy gar dēpou tois ge eidosin—kai kalōs gʼ echei kai semnōs ho epainos. alla gar egō ouk ēdē ara ton tropon tou epainou, ou dʼ eidōs hymin hōmologēsa kai autos en tō merei epainesesthai. hē glōssa Eur. Hippol. 612 oun hypescheto, hē de phrēn ou chairetō dē. ou gar eti enkōmiazō touton ton tropon—ou gar an dynaimēn—ou mentoi alla ta ge alēthē, ei boulesthe, ethelō eipein katʼ emauton, ou pros tous hymeterous logous, hina mē gelōta ophlō. hora oun, ō PHaidre, ei ti kai toioutoy logou deē, peri Erōtos talēthē legomena akouein, onomasei de kai thesei rhēmatōn toiautē hopoia dan tis tychē epelthousa. ton oun PHaidron ephē kai tous allous keleuein legein, hopē autos oioito dein eipein, tautē. eti toinyn, phanai, ō PHaidre, pares moi Agathōna smikrʼ atta eresthai, hina anomologēsamenos parʼ autou houtōs ēdē legō. alla pariēmi, phanai ton PHaidron, allʼ erōta. meta tauta dē ton Sōkratē ephē enthende pothen arxasthai. kai mēn, ō phile Agathōn, kalōs moi edoxas kathēgēsasthai tou logou, legōn hoti prōton men deoi auton epideixai hopoios tis estin ho Erōs, hysteron de ta erga autou. tautēn tēn archēn pany agamai. ithi oun moi peri Erōtos, epeidē kai talla kalōs kai megaloprepōs diēlthes hoios esti, kai tode eipe poteron esti toioutos hoios einai tinos ho Erōs erōs, ē oudenos; erōtō dʼ ouk ei mētros tinos ē patros estin—geloion gar an eiē to erōtēma ei Erōs estin erōs mētros ē patros—allʼ hōsper an ei auto touto patera ērōtōn, ara ho patēr esti patēr tinos ē ou; eipes an dēpou moi, ei ebouloy kalōs apokrinasthai, hoti estin hyeos ge ē thygatros ho patēr patēr

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 199 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook