Work 2 · Passage 6
Plato
Greek
ὄπισθεν ἐμοῦ ἄρτι εἰσῄει· ἀλλὰ θαυμάζω καὶ αὐτὸς ποῦ ἂν εἴη. οὐ σκέψῃ, ἔφη, παῖ, φάναι τὸν Ἀγάθωνα, καὶ εἰσάξεις Σωκράτη; σὺ δʼ, ἦ δʼ ὅς, Ἀριστόδημε, παρʼ Ἐρυξίμαχον κατακλίνου. καὶ ἓ μὲν ἔφη ἀπονίζειν τὸν παῖδα ἵνα κατακέοιτο· ἄλλον δέ τινα τῶν παίδων ἥκειν ἀγγέλλοντα ὅτι Σωκράτης οὗτος ἀναχωρήσας ἐν τῷ τῶν γειτόνων προθύρῳ ἕστηκεν, κἀμοῦ καλοῦντος οὐκ ἐθέλει εἰσιέναι. ἄτοπόν γʼ, ἔφη, λέγεις· οὔκουν καλεῖς αὐτὸν καὶ μὴ ἀφήσεις; καὶ ὃς ἔφη εἰπεῖν μηδαμῶς, ἀλλʼ ἐᾶτε αὐτόν. ἔθος γάρ τι τοῦτʼ ἔχει· ἐνίοτε ἀποστὰς ὅποι ἂν τύχῃ ἕστηκεν. ἥξει δʼ αὐτίκα, ὡς ἐγὼ οἶμαι. μὴ οὖν κινεῖτε, ἀλλʼ ἐᾶτε. ἀλλʼ οὕτω χρὴ ποιεῖν, εἰ σοὶ δοκεῖ, ἔφη φάναι τὸν Ἀγάθωνα. ἀλλʼ ἡμᾶς, ὦ παῖδες, τοὺς ἄλλους ἑστιᾶτε. πάντως παρατίθετε ὅτι ἂν βούλησθε, ἐπειδάν τις ὑμῖν μὴ ἐφεστήκῃ—ὃ ἐγὼ οὐδεπώποτε ἐποίησα—νῦν οὖν, νομίζοντες καὶ ἐμὲ ὑφʼ ὑμῶν κεκλῆσθαι ἐπὶ δεῖπνον καὶ τούσδε τοὺς ἄλλους, θεραπεύετε, ἵνʼ ὑμᾶς ἐπαινῶμεν. μετὰ ταῦτα ἔφη σφᾶς μὲν δειπνεῖν, τὸν δὲ Σωκράτη οὐκ εἰσιέναι. τὸν οὖν Ἀγάθωνα πολλάκις κελεύειν μεταπέμψασθαι τὸν Σωκράτη, ἓ δὲ οὐκ ἐᾶν. ἥκειν οὖν αὐτὸν οὐ πολὺν χρόνον ὡς εἰώθει διατρίψαντα, ἀλλὰ μάλιστα σφᾶς μεσοῦν δειπνοῦντας. τὸν οὖν Ἀγάθωνα—τυγχάνειν γὰρ ἔσχατον κατακείμενον μόνον—δεῦρʼ, ἔφη φάναι, Σώκρατες, παρʼ ἐμὲ κατάκεισο, ἵνα καὶ τοῦ σοφοῦ ἁπτόμενός σου ἀπολαύσω, ὅ σοι προσέστη ἐν τοῖς προθύροις. δῆλον γὰρ ὅτι ηὗρες αὐτὸ καὶ ἔχεις· οὐ γὰρ ἂν προαπέστης. καὶ τὸν Σωκράτη καθίζεσθαι καὶ εἰπεῖν ὅτι εὖ ἂν ἔχοι, φάναι, ὦ Ἀγάθων, εἰ τοιοῦτον εἴη ἡ σοφία ὥστʼ ἐκ τοῦ πληρεστέρου εἰς τὸ κενώτερον ῥεῖν ἡμῶν, ἐὰν ἁπτώμεθα ἀλλήλων, ὥσπερ τὸ ἐν ταῖς κύλιξιν ὕδωρ τὸ διὰ τοῦ ἐρίου ῥέον ἐκ τῆς πληρεστέρας εἰς τὴν κενωτέραν. εἰ γὰρ οὕτως ἔχει καὶ ἡ σοφία, πολλοῦ τιμῶμαι τὴν παρὰ σοὶ κατάκλισιν
Transliteration
opisthen emou arti eisēei alla thaumazō kai autos pou an eiē. ou skepsē, ephē, pai, phanai ton Agathōna, kai eisaxeis Sōkratē; sy dʼ, ē dʼ hos, Aristodēme, parʼ Eryximachon kataklinou. kai he men ephē aponizein ton paida hina katakeoito allon de tina tōn paidōn hēkein angellonta hoti Sōkratēs houtos anachōrēsas en tō tōn geitonōn prothyrō hestēken, kamou kalountos ouk ethelei eisienai. atopon gʼ, ephē, legeis oukoyn kaleis auton kai mē aphēseis; kai hos ephē eipein mēdamōs, allʼ eate auton. ethos gar ti toutʼ echei eniote apostas hopoi an tychē hestēken. hēxei dʼ autika, hōs egō oimai. mē oun kineite, allʼ eate. allʼ houtō chrē poiein, ei soi dokei, ephē phanai ton Agathōna. allʼ hēmas, ō paides, tous allous hestiate. pantōs paratithete hoti an boulēsthe, epeidan tis hymin mē hephestēkē—o egō oudepōpote epoiēsa—nyn oun, nomizontes kai eme hyphʼ hymōn keklēsthai epi deipnon kai tousde tous allous, therapeuete, hinʼ hymas epainōmen. meta tauta ephē sphas men deipnein, ton de Sōkratē ouk eisienai. ton oun Agathōna pollakis keleuein metapempsasthai ton Sōkratē, he de ouk ean. hēkein oun auton ou polyn chronon hōs eiōthei diatripsanta, alla malista sphas mesoun deipnountas. ton oun Agathōna—tynchanein gar eschaton katakeimenon monon—deurʼ, ephē phanai, Sōkrates, parʼ eme katakeiso, hina kai tou sophou haptomenos sou apolausō, ho soi prosestē en tois prothyrois. dēlon gar hoti hēures auto kai echeis ou gar an proapestēs. kai ton Sōkratē kathizesthai kai eipein hoti eu an echoi, phanai, ō Agathōn, ei toiouton eiē hē sophia hōstʼ ek tou plēresterou eis to kenōteron rhein hēmōn, ean haptōmetha allēlōn, hōsper to en tais kylixin hydōr to dia tou eriou rheon ek tēs plēresteras eis tēn kenōteran. ei gar houtōs echei kai hē sophia, pollou timōmai tēn para soi kataklisin
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 175 part 1; transliteration: greek-transliteration (build)