Languages

Work 2 · Passage 60

Work 2 · Passage 60

Plato

Greek

ἔχει γὰρ ὧδε. θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδʼ ἐπιθυμεῖ σοφὸς γενέσθαι—ἔστι γάρ—οὐδʼ εἴ τις ἄλλος σοφός, οὐ φιλοσοφεῖ. οὐδʼ αὖ οἱ ἀμαθεῖς φιλοσοφοῦσιν οὐδʼ ἐπιθυμοῦσι σοφοὶ γενέσθαι· αὐτὸ γὰρ τοῦτό ἐστι χαλεπὸν ἀμαθία, τὸ μὴ ὄντα καλὸν κἀγαθὸν μηδὲ φρόνιμον δοκεῖν αὑτῷ εἶναι ἱκανόν. οὔκουν ἐπιθυμεῖ ὁ μὴ οἰόμενος ἐνδεὴς εἶναι οὗ ἂν μὴ οἴηται ἐπιδεῖσθαι. τίνες οὖν, ἔφην ἐγώ, ὦ Διοτίμα, οἱ φιλοσοφοῦντες, εἰ μήτε οἱ σοφοὶ μήτε οἱ ἀμαθεῖς; δῆλον δή, ἔφη, τοῦτό γε ἤδη καὶ παιδί, ὅτι οἱ μεταξὺ τούτων ἀμφοτέρων, ὧν ἂν εἴη καὶ ὁ Ἔρως. ἔστιν γὰρ δὴ τῶν καλλίστων ἡ σοφία, Ἔρως δʼ ἐστὶν ἔρως περὶ τὸ καλόν, ὥστε ἀναγκαῖον ἔρωτα φιλόσοφον εἶναι, φιλόσοφον δὲ ὄντα μεταξὺ εἶναι σοφοῦ καὶ ἀμαθοῦς. αἰτία δὲ αὐτῷ καὶ τούτων ἡ γένεσις· πατρὸς μὲν γὰρ σοφοῦ ἐστι καὶ εὐπόρου, μητρὸς δὲ οὐ σοφῆς καὶ ἀπόρου. ἡ μὲν οὖν φύσις τοῦ δαίμονος, ὦ φίλε Σώκρατες, αὕτη· ὃν δὲ σὺ ᾠήθης ἔρωτα εἶναι, θαυμαστὸν οὐδὲν ἔπαθες. ᾠήθης δέ, ὡς ἐμοὶ δοκεῖ τεκμαιρομένῃ ἐξ ὧν σὺ λέγεις, τὸ ἐρώμενον ἔρωτα εἶναι, οὐ τὸ ἐρῶν· διὰ ταῦτά σοι οἶμαι πάγκαλος ἐφαίνετο ὁ Ἔρως. καὶ γὰρ ἔστι τὸ ἐραστὸν τὸ τῷ ὄντι καλὸν καὶ ἁβρὸν καὶ τέλεον καὶ μακαριστόν· τὸ δέ γε ἐρῶν ἄλλην ἰδέαν τοιαύτην ἔχον, οἵαν ἐγὼ διῆλθον. καὶ ἐγὼ εἶπον, εἶεν δή, ὦ ξένη, καλῶς γὰρ λέγεις· τοιοῦτος ὢν ὁ Ἔρως τίνα χρείαν ἔχει τοῖς ἀνθρώποις; τοῦτο δὴ μετὰ ταῦτʼ, ἔφη, ὦ Σώκρατες, πειράσομαί σε διδάξαι. ἔστι μὲν γὰρ δὴ τοιοῦτος καὶ οὕτω γεγονὼς ὁ Ἔρως, ἔστι δὲ τῶν καλῶν, ὡς σὺ φῄς. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί τῶν καλῶν ἐστιν ὁ Ἔρως, ὦ Σώκρατές τε καὶ Διοτίμα; ὧδε δὲ σαφέστερον· ἐρᾷ ὁ ἐρῶν τῶν καλῶν· τί ἐρᾷ; καὶ ἐγὼ εἶπον ὅτι γενέσθαι αὑτῷ. ἀλλʼ ἔτι ποθεῖ, ἔφη, ἡ ἀπόκρισις ἐρώτησιν τοιάνδε

Transliteration

echei gar hōde. theōn oudeis philosophei oudʼ epithymei sophos genesthai—esti gar—oudʼ ei tis allos sophos, ou philosophei. oudʼ au hoi amatheis philosophousin oudʼ epithymousi sophoi genesthai auto gar touto esti chalepon amathia, to mē onta kalon kagathon mēde phronimon dokein hautō einai hikanon. oukoyn epithymei ho mē oiomenos endeēs einai hou an mē oiētai epideisthai. tines oun, ephēn egō, ō Diotima, hoi philosophountes, ei mēte hoi sophoi mēte hoi amatheis; dēlon dē, ephē, touto ge ēdē kai paidi, hoti hoi metaxy toutōn amphoterōn, hōn an eiē kai ho Erōs. estin gar dē tōn kallistōn hē sophia, Erōs dʼ estin erōs peri to kalon, hōste anankaion erōta philosophon einai, philosophon de onta metaxy einai sophou kai amathous. aitia de autō kai toutōn hē genesis patros men gar sophou esti kai euporou, mētros de ou sophēs kai aporou. hē men oun physis tou daimonos, ō phile Sōkrates, hautē hon de sy ōēthēs erōta einai, thaumaston ouden epathes. ōēthēs de, hōs emoi dokei tekmairomenē ex hōn sy legeis, to erōmenon erōta einai, ou to erōn dia tauta soi oimai pankalos ephaineto ho Erōs. kai gar esti to eraston to tō onti kalon kai habron kai teleon kai makariston to de ge erōn allēn idean toiautēn echon, hoian egō diēlthon. kai egō eipon, eien dē, ō xenē, kalōs gar legeis toioutos ōn ho Erōs tina chreian echei tois anthrōpois; touto dē meta tautʼ, ephē, ō Sōkrates, peirasomai se didaxai. esti men gar dē toioutos kai houtō gegonōs ho Erōs, esti de tōn kalōn, hōs sy phēs. ei de tis hēmas eroito ti tōn kalōn estin ho Erōs, ō Sōkrates te kai Diotima; hōde de saphesteron era ho erōn tōn kalōn ti era; kai egō eipon hoti genesthai hautō. allʼ eti pothei, ephē, hē apokrisis erōtēsin toiande

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 204 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook