Work 2 · Passage 62
Plato
Greek
κτήσει γάρ, ἔφη, ἀγαθῶν οἱ εὐδαίμονες εὐδαίμονες, καὶ οὐκέτι προσδεῖ ἐρέσθαι ἵνα τί δὲ βούλεται εὐδαίμων εἶναι ὁ βουλόμενος; ἀλλὰ τέλος δοκεῖ ἔχειν ἡ ἀπόκρισις. ἀληθῆ λέγεις, εἶπον ἐγώ. ταύτην δὴ τὴν βούλησιν καὶ τὸν ἔρωτα τοῦτον πότερα κοινὸν οἴει εἶναι πάντων ἀνθρώπων, καὶ πάντας τἀγαθὰ βούλεσθαι αὑτοῖς εἶναι ἀεί, ἢ πῶς λέγεις; οὕτως, ἦν δʼ ἐγώ· κοινὸν εἶναι πάντων. τί δὴ οὖν, ἔφη, ὦ Σώκρατες, οὐ πάντας ἐρᾶν φαμεν, εἴπερ γε πάντες τῶν αὐτῶν ἐρῶσι καὶ ἀεί, ἀλλά τινάς φαμεν ἐρᾶν, τοὺς δʼ οὔ; θαυμάζω, ἦν δʼ ἐγώ, καὶ αὐτός. ἀλλὰ μὴ θαύμαζʼ, ἔφη· ἀφελόντες γὰρ ἄρα τοῦ ἔρωτός τι εἶδος ὀνομάζομεν, τὸ τοῦ ὅλου ἐπιτιθέντες ὄνομα, ἔρωτα, τὰ δὲ ἄλλα ἄλλοις καταχρώμεθα ὀνόμασιν. ὥσπερ τί; ἦν δʼ ἐγώ. ὥσπερ τόδε. οἶσθʼ ὅτι ποίησίς ἐστί τι πολύ· ἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι ποίησις, ὥστε καὶ αἱ ὑπὸ πάσαις ταῖς τέχναις ἐργασίαι ποιήσεις εἰσὶ καὶ οἱ τούτων δημιουργοὶ πάντες ποιηταί. ἀληθῆ λέγεις. ἀλλʼ ὅμως, ἦ δʼ ἥ, οἶσθʼ ὅτι οὐ καλοῦνται ποιηταὶ ἀλλὰ ἄλλα ἔχουσιν ὀνόματα, ἀπὸ δὲ πάσης τῆς ποιήσεως ἓν μόριον ἀφορισθὲν τὸ περὶ τὴν μουσικὴν καὶ τὰ μέτρα τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται. ποίησις γὰρ τοῦτο μόνον καλεῖται, καὶ οἱ ἔχοντες τοῦτο τὸ μόριον τῆς ποιήσεως ποιηταί. ἀληθῆ λέγεις, ἔφην. οὕτω τοίνυν καὶ περὶ τὸν ἔρωτα. τὸ μὲν κεφάλαιόν ἐστι πᾶσα ἡ τῶν ἀγαθῶν ἐπιθυμία καὶ τοῦ εὐδαιμονεῖν ὁ μέγιστός τε καὶ δολερὸς ἔρως παντί· ἀλλʼ οἱ μὲν ἄλλῃ τρεπόμενοι πολλαχῇ ἐπʼ αὐτόν, ἢ κατὰ χρηματισμὸν ἢ κατὰ φιλογυμναστίαν ἢ κατὰ φιλοσοφίαν, οὔτε ἐρᾶν καλοῦνται οὔτε ἐρασταί, οἱ δὲ κατὰ ἕν τι εἶδος ἰόντες τε καὶ ἐσπουδακότες τὸ τοῦ ὅλου ὄνομα ἴσχουσιν, ἔρωτά τε καὶ ἐρᾶν καὶ ἐρασταί. κινδυνεύεις ἀληθῆ, ἔφην ἐγώ, λέγειν. καὶ λέγεται μέν γέ τις, ἔφη, λόγος, ὡς οἳ ἂν τὸ ἥμισυ ἑαυτῶν ζητῶσιν, οὗτοι ἐρῶσιν
Transliteration
ktēsei gar, ephē, agathōn hoi eudaimones eudaimones, kai ouketi prosdei eresthai hina ti de bouletai eudaimōn einai ho boulomenos; alla telos dokei echein hē apokrisis. alēthē legeis, eipon egō. tautēn dē tēn boulēsin kai ton erōta touton potera koinon oiei einai pantōn anthrōpōn, kai pantas tagatha boulesthai hautois einai aei, ē pōs legeis; houtōs, ēn dʼ egō koinon einai pantōn. ti dē oun, ephē, ō Sōkrates, ou pantas eran phamen, eiper ge pantes tōn autōn erōsi kai aei, alla tinas phamen eran, tous dʼ ou; thaumazō, ēn dʼ egō, kai autos. alla mē thaumazʼ, ephē aphelontes gar ara tou erōtos ti eidos onomazomen, to tou holou epitithentes onoma, erōta, ta de alla allois katachrōmetha onomasin. hōsper ti; ēn dʼ egō. hōsper tode. oisthʼ hoti poiēsis esti ti poly hē gar toi ek tou mē ontos eis to on ionti hotōoun aitia pasa esti poiēsis, hōste kai hai hypo pasais tais technais ergasiai poiēseis eisi kai hoi toutōn dēmiourgoi pantes poiētai. alēthē legeis. allʼ homōs, ē dʼ hē, oisthʼ hoti ou kalountai poiētai alla alla echousin onomata, apo de pasēs tēs poiēseōs hen morion aphoristhen to peri tēn mousikēn kai ta metra tō tou holou onomati prosagoreuetai. poiēsis gar touto monon kaleitai, kai hoi echontes touto to morion tēs poiēseōs poiētai. alēthē legeis, ephēn. houtō toinyn kai peri ton erōta. to men kephalaion esti pasa hē tōn agathōn epithymia kai tou eudaimonein ho megistos te kai doleros erōs panti allʼ hoi men allē trepomenoi pollachē epʼ auton, ē kata chrēmatismon ē kata philogymnastian ē kata philosophian, oute eran kalountai oute erastai, hoi de kata hen ti eidos iontes te kai espoudakotes to tou holou onoma ischousin, erōta te kai eran kai erastai. kindyneueis alēthē, ephēn egō, legein. kai legetai men ge tis, ephē, logos, hōs hoi an to hēmisy heautōn zētōsin, houtoi erōsin
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 205 part 1; transliteration: greek-transliteration (build)