Languages

Work 3 · Passage 76

Work 3 · Passage 76

Plato

Greek

ΦΑΙΔ. οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἁρμονίαν τινὰ φάναι εἶναι· οὔτε γὰρ ἄν, ὡς ἔοικεν, Ὁμήρῳ θείῳ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. ἔχει οὕτως, ἔφη. εἶεν δή, ἦ δ’ ὃς ὁ Σωκράτης , τὰ μὲν Ἁρμονίας ἡμῖν τῆς Θηβαϊκῆς ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονεν· τί δὲ δὴ τὰ Κάδμου , ἔφη, ὦ Κέβης , πῶς ἱλασόμεθα καὶ τίνι λόγῳ; σύ μοι δοκεῖς, ἔφη ὁ Κέβης , ἐξευρήσειν· τουτονὶ γοῦν τὸν λόγον τὸν πρὸς τὴν ἁρμονίαν θαυμαστῶς μοι εἶπες ὡς παρὰ δόξαν. Σιμμίου γὰρ λέγοντος ὅτε ἠπόρει, πάνυ ἐθαύμαζον εἴ τι ἕξει τις χρήσασθαι τῷ λόγῳ αὐτοῦ· πάνυ οὖν μοι ἀτόπως ἔδοξεν εὐθὺς τὴν πρώτην ἔφοδον οὐ δέξασθαι τοῦ σοῦ λόγου. ταὐτὰ δὴ οὐκ ἂν θαυμάσαιμι καὶ τὸν τοῦ Κάδμου λόγον εἰ πάθοι. ὠγαθέ, ἔφη ὁ Σωκράτης , μὴ μέγα λέγε, μή τις ἡμῖν βασκανία περιτρέψῃ τὸν λόγον τὸν μέλλοντα ἔσεσθαι. ἀλλὰ δὴ ταῦτα μὲν τῷ θεῷ μελήσει, ἡμεῖς δὲ Ὁμηρικῶς ἐγγὺς ἰόντες πειρώμεθα εἰ ἄρα τι λέγεις. ἔστι δὲ δὴ τὸ κεφάλαιον ὧν ζητεῖς· ἀξιοῖς ἐπιδειχθῆναι ἡμῶν τὴν ψυχὴν ἀνώλεθρόν τε καὶ ἀθάνατον οὖσαν, εἰ φιλόσοφος ἀνὴρ μέλλων ἀποθανεῖσθαι, θαρρῶν τε καὶ ἡγούμενος ἀποθανὼν ἐκεῖ εὖ πράξειν διαφερόντως ἢ εἰ ἐν ἄλλῳ βίῳ βιοὺς ἐτελεύτα, μὴ ἀνόητόν τε καὶ ἠλίθιον θάρρος θαρρήσει. τὸ δὲ ἀποφαίνειν ὅτι ἰσχυρόν τί ἐστιν ἡ ψυχὴ καὶ θεοειδὲς καὶ ἦν ἔτι πρότερον, πρὶν ἡμᾶς ἀνθρώπους γενέσθαι, οὐδὲν κωλύειν φῂς πάντα ταῦτα μηνύειν ἀθανασίαν μὲν μή, ὅτι δὲ πολυχρόνιόν τέ ἐστιν ψυχὴ καὶ ἦν που πρότερον ἀμήχανον ὅσον χρόνον καὶ ᾔδει τε καὶ ἔπραττεν πολλὰ ἄττα· ἀλλὰ γὰρ οὐδέν τι μᾶλλον ἦν ἀθάνατον, ἀλλὰ καὶ αὐτὸ τὸ εἰς ἀνθρώπου σῶμα ἐλθεῖν ἀρχὴ ἦν αὐτῇ ὀλέθρου, ὥσπερ νόσος· καὶ ταλαιπωρουμένη τε δὴ τοῦτον τὸν βίον ζῴη καὶ τελευτῶσά γε ἐν τῷ καλουμένῳ θανάτῳ ἀπολλύοιτο. διαφέρειν δὲ δὴ φῂς οὐδὲν εἴτε ἅπαξ εἰς σῶμα ἔρχεται εἴτε πολλάκις, πρός γε τὸ ἕκαστον ἡμῶν φοβεῖσθαι

Transliteration

PHAID. ouk ara, ō ariste, hēmin oudamē kalōs echei psychēn harmonian tina phanai einai oute gar an, hōs eoiken, hOmērō theiō poiētē homologoimen oute autoi hēmin autois. echei houtōs, ephē. eien dē, ē d’ hos ho Sōkratēs , ta men hArmonias hēmin tēs THēbaikēs hilea pōs, hōs eoike, metriōs gegonen ti de dē ta Kadmou , ephē, ō Kebēs , pōs hilasometha kai tini logō; sy moi dokeis, ephē ho Kebēs , exeurēsein toutoni goun ton logon ton pros tēn harmonian thaumastōs moi eipes hōs para doxan. Simmiou gar legontos hote ēporei, pany ethaumazon ei ti hexei tis chrēsasthai tō logō autou pany oun moi atopōs edoxen euthys tēn prōtēn ephodon ou dexasthai tou sou logou. tauta dē ouk an thaumasaimi kai ton tou Kadmou logon ei pathoi. ōgathe, ephē ho Sōkratēs , mē mega lege, mē tis hēmin baskania peritrepsē ton logon ton mellonta esesthai. alla dē tauta men tō theō melēsei, hēmeis de hOmērikōs engys iontes peirōmetha ei ara ti legeis. esti de dē to kephalaion hōn zēteis axiois epideichthēnai hēmōn tēn psychēn anōlethron te kai athanaton ousan, ei philosophos anēr mellōn apothaneisthai, tharrhōn te kai hēgoumenos apothanōn ekei eu praxein diapherontōs ē ei en allō biō bious eteleuta, mē anoēton te kai ēlithion tharrhos tharrhēsei. to de apophainein hoti ischyron ti estin hē psychē kai theoeides kai ēn eti proteron, prin hēmas anthrōpous genesthai, ouden kōlyein phēs panta tauta mēnyein athanasian men mē, hoti de polychronion te estin psychē kai ēn pou proteron amēchanon hoson chronon kai ēdei te kai epratten polla atta alla gar ouden ti mallon ēn athanaton, alla kai auto to eis anthrōpou sōma elthein archē ēn autē olethrou, hōsper nosos kai talaipōroumenē te dē touton ton bion zōē kai teleutōsa ge en tō kaloumenō thanatō apollyoito. diapherein de dē phēs ouden eite hapax eis sōma erchetai eite pollakis, pros ge to hekaston hēmōn phobeisthai

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg004.perseus-grc2; plato:phaedo; section 95 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook