Work 4 · Passage 11
Plato
Greek
ΦΑΙ. καὶ μὲν δὴ τῶν μὲν ἐρώντων πολλοὶ πρότερον τοῦ σώματος ἐπεθύμησαν ἢ τὸν τρόπον ἔγνωσαν καὶ τῶν ἄλλων οἰκείων ἔμπειροι ἐγένοντο, ὥστε ἄδηλον αὐτοῖς εἰ ἔτι τότε βουλήσονται φίλοι εἶναι, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται· τοῖς δὲ μὴ ἐρῶσιν, οἳ καὶ πρότερον ἀλλήλοις φίλοι ὄντες ταῦτα ἔπραξαν, οὐκ ἐξ ὧν ἂν εὖ πάθωσι ταῦτα εἰκὸς ἐλάττω τὴν φιλίαν αὐτοῖς ποιῆσαι, ἀλλὰ ταῦτα μνημεῖα καταλειφθῆναι τῶν μελλόντων ἔσεσθαι. καὶ μὲν δὴ βελτίονί σοι προσήκει γενέσθαι ἐμοὶ πειθομένῳ ἢ ἐραστῇ. ἐκεῖνοι μὲν γὰρ καὶ παρὰ τὸ βέλτιστον τά τε λεγόμενα καὶ τὰ πραττόμενα ἐπαινοῦσιν, τὰ μὲν δεδιότες μὴ ἀπέχθωνται, τὰ δὲ καὶ αὐτοὶ χεῖρον διὰ τὴν ἐπιθυμίαν γιγνώσκοντες. τοιαῦτα γὰρ ὁ ἔρως ἐπιδείκνυται· δυστυχοῦντας μέν, ἃ μὴ λύπην τοῖς ἄλλοις παρέχει, ἀνιαρὰ ποιεῖ νομίζειν· εὐτυχοῦντας δὲ καὶ τὰ μὴ ἡδονῆς ἄξια παρʼ ἐκείνων ἐπαίνου ἀναγκάζει τυγχάνειν· ὥστε πολὺ μᾶλλον ἐλεεῖν τοῖς ἐρωμένοις ἢ ζηλοῦν αὐτοὺς προσήκει. ἐὰν δέ μοι πείθῃ, πρῶτον μὲν οὐ τὴν παροῦσαν ἡδονὴν θεραπεύων συνέσομαί σοι, ἀλλὰ καὶ τὴν μέλλουσαν ὠφελίαν ἔσεσθαι, οὐχ ὑπʼ ἔρωτος ἡττώμενος ἀλλʼ ἐμαυτοῦ κρατῶν, οὐδὲ διὰ σμικρὰ ἰσχυρὰν ἔχθραν ἀναιρούμενος ἀλλὰ διὰ μεγάλα βραδέως ὀλίγην ὀργὴν ποιούμενος, τῶν μὲν ἀκουσίων συγγνώμην ἔχων, τὰ δὲ ἑκούσια πειρώμενος ἀποτρέπειν· ταῦτα γάρ ἐστι φιλίας πολὺν χρόνον ἐσομένης τεκμήρια. εἰ δʼ ἄρα σοι τοῦτο παρέστηκεν, ὡς οὐχ οἷόν τε ἰσχυρὰν φιλίαν γενέσθαι ἐὰν μή τις ἐρῶν τυγχάνῃ, ἐνθυμεῖσθαι χρὴ ὅτι οὔτʼ ἂν τοὺς ὑεῖς περὶ πολλοῦ ἐποιούμεθα οὔτʼ ἂν τοὺς πατέρας καὶ τὰς μητέρας, οὔτʼ ἂν πιστοὺς φίλους ἐκεκτήμεθα, οἳ οὐκ ἐξ ἐπιθυμίας τοιαύτης γεγόνασιν ἀλλʼ ἐξ ἑτέρων ἐπιτηδευμάτων. ἔτι δὲ εἰ χρὴ τοῖς δεομένοις μάλιστα χαρίζεσθαι, προσήκει καὶ τοῖς ἄλλοις μὴ τοὺς βελτίστους ἀλλὰ τοὺς ἀπορωτάτους εὖ ποιεῖν
Transliteration
PHAI. kai men dē tōn men erōntōn polloi proteron tou sōmatos epethymēsan ē ton tropon egnōsan kai tōn allōn oikeiōn empeiroi egenonto, hōste adēlon autois ei eti tote boulēsontai philoi einai, epeidan tēs epithymias pausōntai tois de mē erōsin, hoi kai proteron allēlois philoi ontes tauta epraxan, ouk ex hōn an eu pathōsi tauta eikos elattō tēn philian autois poiēsai, alla tauta mnēmeia kataleiphthēnai tōn mellontōn esesthai. kai men dē beltioni soi prosēkei genesthai emoi peithomenō ē erastē. ekeinoi men gar kai para to beltiston ta te legomena kai ta prattomena epainousin, ta men dediotes mē apechthōntai, ta de kai autoi cheiron dia tēn epithymian gignōskontes. toiauta gar ho erōs epideiknytai dystychountas men, ha mē lypēn tois allois parechei, aniara poiei nomizein eutychountas de kai ta mē hēdonēs axia parʼ ekeinōn epainou anankazei tynchanein hōste poly mallon eleein tois erōmenois ē zēloun autous prosēkei. ean de moi peithē, prōton men ou tēn parousan hēdonēn therapeuōn synesomai soi, alla kai tēn mellousan ōphelian esesthai, ouch hypʼ erōtos hēttōmenos allʼ emautou kratōn, oude dia smikra ischyran echthran anairoumenos alla dia megala bradeōs oligēn orgēn poioumenos, tōn men akousiōn syngnōmēn echōn, ta de hekousia peirōmenos apotrepein tauta gar esti philias polyn chronon esomenēs tekmēria. ei dʼ ara soi touto parestēken, hōs ouch hoion te ischyran philian genesthai ean mē tis erōn tynchanē, enthymeisthai chrē hoti outʼ an tous hyeis peri pollou epoioumetha outʼ an tous pateras kai tas mēteras, outʼ an pistous philous ekektēmetha, hoi ouk ex epithymias toiautēs gegonasin allʼ ex heterōn epitēdeumatōn. eti de ei chrē tois deomenois malista charizesthai, prosēkei kai tois allois mē tous beltistous alla tous aporōtatous eu poiein
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 233 part 1; transliteration: greek-transliteration (build)