Work 4 · Passage 13
Plato
Greek
ΦΑΙ. ἀλλʼ ἴσως προσήκει οὐ τοῖς σφόδρα δεομένοις χαρίζεσθαι, ἀλλὰ τοῖς μάλιστα ἀποδοῦναι χάριν δυναμένοις· οὐδὲ τοῖς προσαιτοῦσι μόνον, ἀλλὰ τοῖς τοῦ πράγματος ἀξίοις· οὐδὲ ὅσοι τῆς σῆς ὥρας ἀπολαύσονται, ἀλλʼ οἵτινες πρεσβυτέρῳ γενομένῳ τῶν σφετέρων ἀγαθῶν μεταδώσουσιν· οὐδὲ οἳ διαπραξάμενοι πρὸς τοὺς ἄλλους φιλοτιμήσονται, ἀλλʼ οἵτινες αἰσχυνόμενοι πρὸς ἅπαντας σιωπήσονται· οὐδὲ τοῖς ὀλίγον χρόνον σπουδάζουσιν, ἀλλὰ τοῖς ὁμοίως διὰ παντὸς τοῦ βίου φίλοις ἐσομένοις· οὐδὲ οἵτινες παυόμενοι τῆς ἐπιθυμίας ἔχθρας πρόφασιν ζητήσουσιν, ἀλλʼ οἳ παυσαμένου τῆς ὥρας τότε τὴν αὑτῶν ἀρετὴν ἐπιδείξονται. σὺ οὖν τῶν τε εἰρημένων μέμνησο καὶ ἐκεῖνο ἐνθυμοῦ, ὅτι τοὺς μὲν ἐρῶντας οἱ φίλοι νουθετοῦσιν ὡς ὄντος κακοῦ τοῦ ἐπιτηδεύματος, τοῖς δὲ μὴ ἐρῶσιν οὐδεὶς πώποτε τῶν οἰκείων ἐμέμψατο ὡς διὰ τοῦτο κακῶς βουλευομένοις περὶ ἑαυτῶν. ἴσως ἂν οὖν ἔροιό με εἰ ἅπασίν σοι παραινῶ τοῖς μὴ ἐρῶσι χαρίζεσθαι. ἐγὼ μὲν οἶμαι οὐδʼ ἂν τὸν ἐρῶντα πρὸς ἅπαντάς σε κελεύειν τοὺς ἐρῶντας ταύτην ἔχειν τὴν διάνοιαν. οὔτε γὰρ τῷ λαμβάνοντι χάριτος ἴσης ἄξιον, οὔτε σοὶ βουλομένῳ τοὺς ἄλλους λανθάνειν ὁμοίως δυνατόν· δεῖ δὲ βλάβην μὲν ἀπʼ αὐτοῦ μηδεμίαν, ὠφελίαν δὲ ἀμφοῖν γίγνεσθαι. ἐγὼ μὲν οὖν ἱκανά μοι νομίζω τὰ εἰρημένα· εἰ δʼ ἔτι τι σὺ ποθεῖς, ἡγούμενος παραλελεῖφθαι, ἐρώτα. τί σοι φαίνεται, ὦ Σώκρατες, ὁ λόγος; οὐχ ὑπερφυῶς τά τε ἄλλα καὶ τοῖς ὀνόμασιν εἰρῆσθαι; ΣΩ. δαιμονίως μὲν οὖν, ὦ ἑταῖρε, ὥστε με ἐκπλαγῆναι. καὶ τοῦτο ἐγὼ ἔπαθον διὰ σέ, ὦ Φαῖδρε, πρὸς σὲ ἀποβλέπων, ὅτι ἐμοὶ ἐδόκεις γάνυσθαι ὑπὸ τοῦ λόγου μεταξὺ ἀναγιγνώσκων· ἡγούμενος γὰρ σὲ μᾶλλον ἢ ἐμὲ ἐπαΐειν περὶ τῶν τοιούτων σοὶ εἱπόμην, καὶ ἑπόμενος συνεβάκχευσα μετὰ σοῦ τῆς θείας κεφαλῆς. ΦΑΙ. εἶεν
Transliteration
PHAI. allʼ isōs prosēkei ou tois sphodra deomenois charizesthai, alla tois malista apodounai charin dynamenois oude tois prosaitousi monon, alla tois tou pragmatos axiois oude hosoi tēs sēs hōras apolausontai, allʼ hoitines presbyterō genomenō tōn spheterōn agathōn metadōsousin oude hoi diapraxamenoi pros tous allous philotimēsontai, allʼ hoitines aischynomenoi pros hapantas siōpēsontai oude tois oligon chronon spoudazoysin, alla tois homoiōs dia pantos tou biou philois esomenois oude hoitines pauomenoi tēs epithymias echthras prophasin zētēsousin, allʼ hoi pausamenou tēs hōras tote tēn hautōn aretēn epideixontai. sy oun tōn te eirēmenōn memnēso kai ekeino enthymou, hoti tous men erōntas hoi philoi nouthetoysin hōs ontos kakou tou epitēdeumatos, tois de mē erōsin oudeis pōpote tōn oikeiōn emempsato hōs dia touto kakōs bouleuomenois peri heautōn. isōs an oun eroio me ei hapasin soi parainō tois mē erōsi charizesthai. egō men oimai oudʼ an ton erōnta pros hapantas se keleuein tous erōntas tautēn echein tēn dianoian. oute gar tō lambanonti charitos isēs axion, oute soi boulomenō tous allous lanthanein homoiōs dynaton dei de blabēn men apʼ autou mēdemian, ōphelian de amphoin gignesthai. egō men oun hikana moi nomizō ta eirēmena ei dʼ eti ti sy potheis, hēgoumenos paraleleiphthai, erōta. ti soi phainetai, ō Sōkrates, ho logos; ouch hyperphyōs ta te alla kai tois onomasin eirēsthai; SŌ. daimoniōs men oun, ō hetaire, hōste me ekplagēnai. kai touto egō epathon dia se, ō PHaidre, pros se apoblepōn, hoti emoi edokeis ganysthai hypo tou logou metaxy anagignōskōn hēgoumenos gar se mallon ē eme epaiein peri tōn toioutōn soi heipomēn, kai hepomenos synebakcheusa meta sou tēs theias kephalēs. PHAI. eien
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 234 part 1; transliteration: greek-transliteration (build)