Languages

Work 4 · Passage 25

Work 4 · Passage 25

Plato

Greek

ΣΩ. καὶ ἐρῶν μὲν βλαβερός τε καὶ ἀηδής, λήξας δὲ τοῦ ἔρωτος εἰς τὸν ἔπειτα χρόνον ἄπιστος, εἰς ὃν πολλὰ καὶ μετὰ πολλῶν ὅρκων τε καὶ δεήσεων ὑπισχνούμενος μόγις κατεῖχε τήν γʼ ἐν τῷ τότε συνουσίαν ἐπίπονον οὖσαν φέρειν διʼ ἐλπίδα ἀγαθῶν. τότε δὴ δέον ἐκτίνειν, μεταβαλὼν ἄλλον ἄρχοντα ἐν αὑτῷ καὶ προστάτην, νοῦν καὶ σωφροσύνην ἀντʼ ἔρωτος καὶ μανίας, ἄλλος γεγονὼς λέληθεν τὰ παιδικά. καὶ ὁ μὲν αὐτὸν χάριν ἀπαιτεῖ τῶν τότε, ὑπομιμνῄσκων τὰ πραχθέντα καὶ λεχθέντα, ὡς τῷ αὐτῷ διαλεγόμενος· ὁ δὲ ὑπʼ αἰσχύνης οὔτε εἰπεῖν τολμᾷ ὅτι ἄλλος γέγονεν, οὔθʼ ὅπως τὰ τῆς προτέρας ἀνοήτου ἀρχῆς ὁρκωμόσιά τε καὶ ὑποσχέσεις ἐμπεδώσῃ ἔχει, νοῦν ἤδη ἐσχηκὼς καὶ σεσωφρονηκώς, ἵνα μὴ πράττων ταὐτὰ τῷ πρόσθεν ὅμοιός τε ἐκείνῳ καὶ ὁ αὐτὸς πάλιν γένηται. φυγὰς δὴ γίγνεται ἐκ τούτων, καὶ ἀπεστερηκὼς ὑπʼ ἀνάγκης ὁ πρὶν ἐραστής, ὀστράκου μεταπεσόντος, ἵεται φυγῇ μεταβαλών· ὁ δὲ ἀναγκάζεται διώκειν ἀγανακτῶν καὶ ἐπιθεάζων, ἠγνοηκὼς τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ἔδει ποτὲ ἐρῶντι καὶ ὑπʼ ἀνάγκης ἀνοήτῳ χαρίζεσθαι, ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι· εἰ δὲ μή, ἀναγκαῖον εἴη ἐνδοῦναι αὑτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, ἀηδεῖ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώματος ἕξιν, πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παίδευσιν, ἧς οὔτε ἀνθρώποις οὔτε θεοῖς τῇ ἀληθείᾳ τιμιώτερον οὔτε ἔστιν οὔτε ποτὲ ἔσται. ταῦτά τε οὖν χρή, ὦ παῖ, συννοεῖν, καὶ εἰδέναι τὴν ἐραστοῦ φιλίαν ὅτι οὐ μετʼ εὐνοίας γίγνεται, ἀλλὰ σιτίου τρόπον, χάριν πλησμονῆς, ὡς λύκοι ἄρνας ἀγαπῶσιν, ὣς παῖδα φιλοῦσιν ἐρασταί. τοῦτʼ ἐκεῖνο, ὦ Φαῖδρε. οὐκέτʼ ἂν τὸ πέρα ἀκούσαις ἐμοῦ λέγοντος, ἀλλʼ ἤδη σοι τέλος ἐχέτω ὁ λόγος. ΦΑΙ. καίτοι ᾤμην γε μεσοῦν αὐτόν, καὶ ἐρεῖν τὰ ἴσα περὶ τοῦ μὴ ἐρῶντος, ὡς δεῖ ἐκείνῳ χαρίζεσθαι μᾶλλον, λέγων ὅσα αὖ ἔχει ἀγαθά

Transliteration

SŌ. kai erōn men blaberos te kai aēdēs, lēxas de tou erōtos eis ton epeita chronon apistos, eis hon polla kai meta pollōn horkōn te kai deēseōn hypischnoumenos mogis kateiche tēn gʼ en tō tote synousian epiponon ousan pherein diʼ elpida agathōn. tote dē deon ektinein, metabalōn allon archonta en hautō kai prostatēn, noun kai sōphrosynēn antʼ erōtos kai manias, allos gegonōs lelēthen ta paidika. kai ho men auton charin apaitei tōn tote, hypomimnēskōn ta prachthenta kai lechthenta, hōs tō autō dialegomenos ho de hypʼ aischynēs oute eipein tolma hoti allos gegonen, outhʼ hopōs ta tēs proteras anoētou archēs horkōmosia te kai hyposcheseis empedōsē echei, noun ēdē eschēkōs kai sesōphronēkōs, hina mē prattōn tauta tō prosthen homoios te ekeinō kai ho autos palin genētai. phygas dē gignetai ek toutōn, kai apesterēkōs hypʼ anankēs ho prin erastēs, ostrakou metapesontos, hietai phygē metabalōn ho de anankazetai diōkein aganaktōn kai epitheazōn, ēgnoēkōs to hapan ex archēs, hoti ouk ara edei pote erōnti kai hypʼ anankēs anoētō charizesthai, alla poly mallon mē erōnti kai noun echonti ei de mē, anankaion eiē endounai hauton apistō, dyskolō, phthonerō, aēdei, blaberō men pros ousian, blaberō de pros tēn tou sōmatos hexin, poly de blaberōtatō pros tēn tēs psychēs paideusin, hēs oute anthrōpois oute theois tē alētheia timiōteron oute estin oute pote estai. tauta te oun chrē, ō pai, synnoein, kai eidenai tēn erastou philian hoti ou metʼ eunoias gignetai, alla sitiou tropon, charin plēsmonēs, hōs lykoi arnas agapōsin, hōs paida philousin erastai. toutʼ ekeino, ō PHaidre. ouketʼ an to pera akousais emou legontos, allʼ ēdē soi telos echetō ho logos. PHAI. kaitoi ōmēn ge mesoun auton, kai erein ta isa peri tou mē erōntos, hōs dei ekeinō charizesthai mallon, legōn hosa au echei agatha

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 241 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook