Work 4 · Passage 36
Plato
Greek
ΣΩ. ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δʼ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη· τῶν δὲ ἄλλων ὅσοι ἐν τῷ τῶν δώδεκα ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν ἣν ἕκαστος ἐτάχθη. πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ διέξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται πράττων ἕκαστος αὐτῶν τὸ αὑτοῦ, ἕπεται δὲ ὁ ἀεὶ ἐθέλων τε καὶ δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται. ὅταν δὲ δὴ πρὸς δαῖτα καὶ ἐπὶ θοίνην ἴωσιν, ἄκραν ἐπὶ τὴν ὑπουράνιον ἁψῖδα πορεύονται πρὸς ἄναντες, ᾗ δὴ τὰ μὲν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα ῥᾳδίως πορεύεται, τὰ δὲ ἄλλα μόγις· βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων ᾧ μὴ καλῶς ἦν τεθραμμένος τῶν ἡνιόχων. ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῇ πρόκειται. αἱ μὲν γὰρ ἀθάνατοι καλούμεναι, ἡνίκʼ ἂν πρὸς ἄκρῳ γένωνται, ἔξω πορευθεῖσαι ἔστησαν ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ, στάσας δὲ αὐτὰς περιάγει ἡ περιφορά, αἱ δὲ θεωροῦσι τὰ ἔξω τοῦ οὐρανοῦ. τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ποτὲ ὑμνήσει κατʼ ἀξίαν. ἔχει δὲ ὧδε—τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα—ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα, ψυχῆς κυβερνήτῃ μόνῳ θεατὴ νῷ, περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, τοῦτον ἔχει τὸν τόπον. ἅτʼ οὖν θεοῦ διάνοια νῷ τε καὶ ἐπιστήμῃ ἀκηράτῳ τρεφομένη, καὶ ἁπάσης ψυχῆς ὅσῃ ἂν μέλῃ τὸ προσῆκον δέξασθαι, ἰδοῦσα διὰ χρόνου τὸ ὂν ἀγαπᾷ τε καὶ θεωροῦσα τἀληθῆ τρέφεται καὶ εὐπαθεῖ, ἕως ἂν κύκλῳ ἡ περιφορὰ εἰς ταὐτὸν περιενέγκῃ
Transliteration
SŌ. ho men dē megas hēgemōn en ouranō Zeus, elaunōn ptēnon harma, prōtos poreuetai, diakosmōn panta kai epimeloumenos tō dʼ hepetai stratia theōn te kai daimonōn, kata hendeka merē kekosmēmenē. menei gar hEstia en theōn oikō monē tōn de allōn hosoi en tō tōn dōdeka arithmō tetagmenoi theoi archontes hēgountai kata taxin hēn hekastos etachthē. pollai men oun kai makariai theai te kai diexodoi entos ouranoy, has theōn genos eudaimonōn epistrephetai prattōn hekastos autōn to hautou, hepetai de ho aei ethelōn te kai dynamenos phthonos gar exō theiou chorou histatai. hotan de dē pros daita kai epi thoinēn iōsin, akran epi tēn hypouranion hapsida poreuontai pros anantes, hē dē ta men theōn ochēmata isorrhopōs euēnia onta rhadiōs poreuetai, ta de alla mogis brithei gar ho tēs kakēs hippos metechōn, epi tēn gēn rhepōn te kai barynōn hō mē kalōs ēn tethrammenos tōn hēniochōn. entha dē ponos te kai agōn eschatos psychē prokeitai. hai men gar athanatoi kaloumenai, hēnikʼ an pros akrō genōntai, exō poreutheisai estēsan epi tō tou ouranoy nōtō, stasas de autas periagei hē periphora, hai de theōrousi ta exō tou ouranoy. ton de hyperouranion topon oute tis hymnēse pō tōn tēde poiētēs oute pote hymnēsei katʼ axian. echei de hōde—tolmēteon gar oun to ge alēthes eipein, allōs te kai peri alētheias hlegonta—ē gar achrōmatos te kai aschēmatistos kai anaphēs ousia ontōs ousa, psychēs kybernētē monō theatē nō, peri hēn to tēs alēthous epistēmēs genos, touton echei ton topon. hatʼ oun theou dianoia nō te kai epistēmē akēratō trephomenē, kai hapasēs psychēs hosē an melē to prosēkon dexasthai, idousa dia chronou to on agapa te kai theōrousa talēthē trephetai kai eupathei, heōs an kyklō hē periphora eis tauton perienenkē
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 247 part 1; transliteration: greek-transliteration (build)