Languages

Work 4 · Passage 38

Work 4 · Passage 38

Plato

Greek

ΣΩ. καὶ οὗτος μὲν θεῶν βίος· αἱ δὲ ἄλλαι ψυχαί, ἡ μὲν ἄριστα θεῷ ἑπομένη καὶ εἰκασμένη ὑπερῆρεν εἰς τὸν ἔξω τόπον τὴν τοῦ ἡνιόχου κεφαλήν, καὶ συμπεριηνέχθη τὴν περιφοράν, θορυβουμένη ὑπὸ τῶν ἵππων καὶ μόγις καθορῶσα τὰ ὄντα· ἡ δὲ τοτὲ μὲν ἦρεν, τοτὲ δʼ ἔδυ, βιαζομένων δὲ τῶν ἵππων τὰ μὲν εἶδεν, τὰ δʼ οὔ. αἱ δὲ δὴ ἄλλαι γλιχόμεναι μὲν ἅπασαι τοῦ ἄνω ἕπονται, ἀδυνατοῦσαι δέ, ὑποβρύχιαι συμπεριφέρονται, πατοῦσαι ἀλλήλας καὶ ἐπιβάλλουσαι, ἑτέρα πρὸ τῆς ἑτέρας πειρωμένη γενέσθαι. θόρυβος οὖν καὶ ἅμιλλα καὶ ἱδρὼς ἔσχατος γίγνεται, οὗ δὴ κακίᾳ ἡνιόχων πολλαὶ μὲν χωλεύονται, πολλαὶ δὲ πολλὰ πτερὰ θραύονται· πᾶσαι δὲ πολὺν ἔχουσαι πόνον ἀτελεῖς τῆς τοῦ ὄντος θέας ἀπέρχονται, καὶ ἀπελθοῦσαι τροφῇ δοξαστῇ χρῶνται. οὗ δʼ ἕνεχʼ ἡ πολλὴ σπουδὴ τὸ ἀληθείας ἰδεῖν πεδίον οὗ ἐστιν, ἥ τε δὴ προσήκουσα ψυχῆς τῷ ἀρίστῳ νομὴ ἐκ τοῦ ἐκεῖ λειμῶνος τυγχάνει οὖσα, ἥ τε τοῦ πτεροῦ φύσις, ᾧ ψυχὴ κουφίζεται, τούτῳ τρέφεται. θεσμός τε Ἀδραστείας ὅδε. ἥτις ἂν ψυχὴ θεῷ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τε τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα, κἂν ἀεὶ τοῦτο δύνηται ποιεῖν, ἀεὶ ἀβλαβῆ εἶναι· ὅταν δὲ ἀδυνατήσασα ἐπισπέσθαι μὴ ἴδῃ, καί τινι συντυχίᾳ χρησαμένη λήθης τε καὶ κακίας πλησθεῖσα βαρυνθῇ, βαρυνθεῖσα δὲ πτερορρυήσῃ τε καὶ ἐπὶ τὴν γῆν πέσῃ, τότε νόμος ταύτην μὴ φυτεῦσαι εἰς μηδεμίαν θήρειον φύσιν ἐν τῇ πρώτῃ γενέσει, ἀλλὰ τὴν μὲν πλεῖστα ἰδοῦσαν εἰς γονὴν ἀνδρὸς γενησομένου φιλοσόφου ἢ φιλοκάλου ἢ μουσικοῦ τινος καὶ ἐρωτικοῦ, τὴν δὲ δευτέραν εἰς βασιλέως ἐννόμου ἢ πολεμικοῦ καὶ ἀρχικοῦ, τρίτην εἰς πολιτικοῦ ἤ τινος οἰκονομικοῦ ἢ χρηματιστικοῦ, τετάρτην εἰς φιλοπόνου ἢ γυμναστικοῦ ἢ περὶ σώματος ἴασίν τινος ἐσομένου, πέμπτην μαντικὸν βίον ἤ τινα τελεστικὸν ἕξουσαν

Transliteration

SŌ. kai houtos men theōn bios hai de allai psychai, hē men arista theō hepomenē kai eikasmenē hyperēren eis ton exō topon tēn tou hēniochou kephalēn, kai symperiēnechthē tēn periphoran, thoryboumenē hypo tōn hippōn kai mogis kathorōsa ta onta hē de tote men ēren, tote dʼ edy, biazomenōn de tōn hippōn ta men eiden, ta dʼ ou. hai de dē allai glichomenai men hapasai tou anō hepontai, adynatousai de, hypobrychiai symperipherontai, patousai allēlas kai epiballousai, hetera pro tēs heteras peirōmenē genesthai. thorybos oun kai hamilla kai hidrōs eschatos gignetai, hou dē kakia hēniochōn pollai men chōleuontai, pollai de polla ptera thrauontai pasai de polyn echousai ponon ateleis tēs tou ontos theas aperchontai, kai apelthousai trophē doxastē chrōntai. hou dʼ henechʼ hē pollē spoudē to alētheias idein pedion hou estin, hē te dē prosēkousa psychēs tō aristō nomē ek tou ekei leimōnos tynchanei ousa, hē te tou pterou physis, hō psychē kouphizetai, toutō trephetai. thesmos te Adrasteias hode. hētis an psychē theō synopados genomenē katidē ti tōn alēthōn, mechri te tēs heteras periodou einai apēmona, kan aei touto dynētai poiein, aei ablabē einai hotan de adynatēsasa epispesthai mē idē, kai tini syntychia chrēsamenē lēthēs te kai kakias plēstheisa barynthē, baryntheisa de pterorrhyēsē te kai epi tēn gēn pesē, tote nomos tautēn mē phyteusai eis mēdemian thēreion physin en tē prōtē genesei, alla tēn men pleista idousan eis gonēn andros genēsomenou philosophou ē philokalou ē mousikoy tinos kai erōtikou, tēn de deuteran eis basileōs ennomou ē polemikou kai archikou, tritēn eis politikou ē tinos oikonomikou ē chrēmatistikou, tetartēn eis philoponou ē gymnastikou ē peri sōmatos iasin tinos esomenou, pemptēn mantikon bion ē tina telestikon hexousan

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 248 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook