Work 4 · Passage 47
Plato
Greek
ΣΩ. ἐὰν οὖν μὴ πρότερον ἐμβεβῶσι τῷ ἐπιτηδεύματι, τότε ἐπιχειρήσαντες μανθάνουσί τε ὅθεν ἄν τι δύνωνται καὶ αὐτοὶ μετέρχονται, ἰχνεύοντες δὲ παρʼ ἑαυτῶν ἀνευρίσκειν τὴν τοῦ σφετέρου θεοῦ φύσιν εὐποροῦσι διὰ τὸ συντόνως ἠναγκάσθαι πρὸς τὸν θεὸν βλέπειν, καὶ ἐφαπτόμενοι αὐτοῦ τῇ μνήμῃ ἐνθουσιῶντες ἐξ ἐκείνου λαμβάνουσι τὰ ἔθη καὶ τὰ ἐπιτηδεύματα, καθʼ ὅσον δυνατὸν θεοῦ ἀνθρώπῳ μετασχεῖν· καὶ τούτων δὴ τὸν ἐρώμενον αἰτιώμενοι ἔτι τε μᾶλλον ἀγαπῶσι, κἂν ἐκ Διὸς ἀρύτωσιν ὥσπερ αἱ βάκχαι, ἐπὶ τὴν τοῦ ἐρωμένου ψυχὴν ἐπαντλοῦντες ποιοῦσιν ὡς δυνατὸν ὁμοιότατον τῷ σφετέρῳ θεῷ. ὅσοι δʼ αὖ μεθʼ Ἥρας εἵποντο, βασιλικὸν ζητοῦσι, καὶ εὑρόντες περὶ τοῦτον πάντα δρῶσιν τὰ αὐτά. οἱ δὲ Ἀπόλλωνός τε καὶ ἑκάστου τῶν θεῶν οὕτω κατὰ τὸν θεὸν ἰόντες ζητοῦσι τὸν σφέτερον παῖδα πεφυκέναι, καὶ ὅταν κτήσωνται, μιμούμενοι αὐτοί τε καὶ τὰ παιδικὰ πείθοντες καὶ ῥυθμίζοντες εἰς τὸ ἐκείνου ἐπιτήδευμα καὶ ἰδέαν ἄγουσιν, ὅση ἑκάστῳ δύναμις, οὐ φθόνῳ οὐδʼ ἀνελευθέρῳ δυσμενείᾳ χρώμενοι πρὸς τὰ παιδικά, ἀλλʼ εἰς ὁμοιότητα αὑτοῖς καὶ τῷ θεῷ ὃν ἂν τιμῶσι πᾶσαν πάντως ὅτι μάλιστα πειρώμενοι ἄγειν οὕτω ποιοῦσι. προθυμία μὲν οὖν τῶν ὡς ἀληθῶς ἐρώντων καὶ τελετή, ἐάν γε διαπράξωνται ὃ προθυμοῦνται ᾗ λέγω, οὕτω καλή τε καὶ εὐδαιμονικὴ ὑπὸ τοῦ διʼ ἔρωτα μανέντος φίλου τῷ φιληθέντι γίγνεται, ἐὰν αἱρεθῇ· ἁλίσκεται δὲ δὴ ὁ αἱρεθεὶς τοιῷδε τρόπῳ. καθάπερ ἐν ἀρχῇ τοῦδε τοῦ μύθου τριχῇ διείλομεν ψυχὴν ἑκάστην, ἱππομόρφω μὲν δύο τινὲ εἴδη, ἡνιοχικὸν δὲ εἶδος τρίτον, καὶ νῦν ἔτι ἡμῖν ταῦτα μενέτω. τῶν δὲ δὴ ἵππων ὁ μέν, φαμέν, ἀγαθός, ὁ δʼ οὔ
Transliteration
SŌ. ean oun mē proteron embebōsi tō epitēdeumati, tote epicheirēsantes manthanousi te hothen an ti dynōntai kai autoi meterchontai, ichneuontes de parʼ heautōn aneuriskein tēn tou spheterou theou physin euporousi dia to syntonōs ēnankasthai pros ton theon blepein, kai ephaptomenoi autou tē mnēmē enthousiōntes ex ekeinou lambanousi ta ethē kai ta epitēdeumata, kathʼ hoson dynaton theou anthrōpō metaschein kai toutōn dē ton erōmenon aitiōmenoi eti te mallon agapōsi, kan ek Dios arytōsin hōsper hai bakchai, epi tēn tou erōmenou psychēn epantlountes poiousin hōs dynaton homoiotaton tō spheterō theō. hosoi dʼ au methʼ hĒras heiponto, basilikon zētousi, kai heurontes peri touton panta drōsin ta auta. hoi de Apollōnos te kai hekastou tōn theōn houtō kata ton theon iontes zētousi ton spheteron paida pephykenai, kai hotan ktēsōntai, mimoumenoi autoi te kai ta paidika peithontes kai rhythmizontes eis to ekeinou epitēdeuma kai idean agousin, hosē hekastō dynamis, ou phthonō oudʼ aneleutherō dysmeneia chrōmenoi pros ta paidika, allʼ eis homoiotēta hautois kai tō theō hon an timōsi pasan pantōs hoti malista peirōmenoi agein houtō poiousi. prothymia men oun tōn hōs alēthōs erōntōn kai teletē, ean ge diapraxōntai ho prothymountai hē legō, houtō kalē te kai eudaimonikē hypo tou diʼ erōta manentos philou tō philēthenti gignetai, ean hairethē halisketai de dē ho hairetheis toiōde tropō. kathaper en archē toude tou mythou trichē dieilomen psychēn hekastēn, hippomorphō men dyo tine eidē, hēniochikon de eidos triton, kai nyn eti hēmin tauta menetō. tōn de dē hippōn ho men, phamen, agathos, ho dʼ ou
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 253 part 1; transliteration: greek-transliteration (build)