Work 4 · Passage 51
Plato
Greek
ΣΩ. ὅταν δὲ ταὐτὸν πολλάκις πάσχων ὁ πονηρὸς τῆς ὕβρεως λήξῃ, ταπεινωθεὶς ἕπεται ἤδη τῇ τοῦ ἡνιόχου προνοίᾳ, καὶ ὅταν ἴδῃ τὸν καλόν, φόβῳ διόλλυται· ὥστε συμβαίνει τότʼ ἤδη τὴν τοῦ ἐραστοῦ ψυχὴν τοῖς παιδικοῖς αἰδουμένην τε καὶ δεδιυῖαν ἕπεσθαι. ἅτε οὖν πᾶσαν θεραπείαν ὡς ἰσόθεος θεραπευόμενος οὐχ ὑπὸ σχηματιζομένου τοῦ ἐρῶντος ἀλλʼ ἀληθῶς τοῦτο πεπονθότος, καὶ αὐτὸς ὢν φύσει φίλος τῷ θεραπεύοντι, ἐὰν ἄρα καὶ ἐν τῷ πρόσθεν ὑπὸ συμφοιτητῶν ἤ τινων ἄλλων διαβεβλημένος ᾖ, λεγόντων ὡς αἰσχρὸν ἐρῶντι πλησιάζειν, καὶ διὰ τοῦτο ἀπωθῇ τὸν ἐρῶντα, προϊόντος δὲ ἤδη τοῦ χρόνου ἥ τε ἡλικία καὶ τὸ χρεὼν ἤγαγεν εἰς τὸ προσέσθαι αὐτὸν εἰς ὁμιλίαν· οὐ γὰρ δήποτε εἵμαρται κακὸν κακῷ φίλον οὐδʼ ἀγαθὸν μὴ φίλον ἀγαθῷ εἶναι. προσεμένου δὲ καὶ λόγον καὶ ὁμιλίαν δεξαμένου, ἐγγύθεν ἡ εὔνοια γιγνομένη τοῦ ἐρῶντος ἐκπλήττει τὸν ἐρώμενον διαισθανόμενον ὅτι οὐδʼ οἱ σύμπαντες ἄλλοι φίλοι τε καὶ οἰκεῖοι μοῖραν φιλίας οὐδεμίαν παρέχονται πρὸς τὸν ἔνθεον φίλον. ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότʼ ἤδη ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστήν, ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δʼ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον καὶ ἀναπτερῶσαν, τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν τε καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ
Transliteration
SŌ. hotan de tauton pollakis paschōn ho ponēros tēs hybreōs lēxē, tapeinōtheis hepetai ēdē tē tou hēniochou pronoia, kai hotan idē ton kalon, phobō diollytai hōste symbainei totʼ ēdē tēn tou erastou psychēn tois paidikois aidoumenēn te kai dediuian hepesthai. hate oun pasan therapeian hōs isotheos therapeuomenos ouch hypo schēmatizomenou tou erōntos allʼ alēthōs touto peponthotos, kai autos ōn physei philos tō therapeuonti, ean ara kai en tō prosthen hypo symphoitētōn ē tinōn allōn diabeblēmenos ē, legontōn hōs aischron erōnti plēsiazein, kai dia touto apōthē ton erōnta, proiontos de ēdē tou chronou hē te hēlikia kai to chreōn ēgagen eis to prosesthai auton eis homilian ou gar dēpote heimartai kakon kakō philon oudʼ agathon mē philon agathō einai. prosemenou de kai logon kai homilian dexamenou, engythen hē eunoia gignomenē tou erōntos ekplēttei ton erōmenon diaisthanomenon hoti oudʼ hoi sympantes alloi philoi te kai oikeioi moiran philias oudemian parechontai pros ton entheon philon. hotan de chronizē touto drōn kai plēsiazē meta tou haptesthai en te gymnasiois kai en tais allais homiliais, totʼ ēdē hē tou rheumatos ekeinou pēgē, hon himeron Zeus Ganymēdous erōn ōnomase, pollē pheromenē pros ton erastēn, hē men eis auton edy, hē dʼ apomestoumenoy exō aporrhei kai hoion pneuma ē tis ēchō apo leiōn te kai stereōn hallomenē palin hothen hōrmēthē pheretai, houtō to tou kallous rheuma palin eis ton kalon dia tōn ommatōn ion, hē pephyken epi tēn psychēn ienai aphikomenon kai anapterōsan, tas diodous tōn pterōn ardei te kai hōrmēse pterophyein te kai tēn tou erōmenou au psychēn erōtos eneplēsen. era men oun, hotou de aporei
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 255 part 1; transliteration: greek-transliteration (build)