Languages

Work 4 · Passage 61

Work 4 · Passage 61

Plato

Greek

ΦΑΙ. οὑτωσὶ περὶ τούτου ἀκήκοα, ὦ φίλε Σώκρατες, οὐκ εἶναι ἀνάγκην τῷ μέλλοντι ῥήτορι ἔσεσθαι τὰ τῷ ὄντι δίκαια μανθάνειν ἀλλὰ τὰ δόξαντʼ ἂν πλήθει οἵπερ δικάσουσιν, οὐδὲ τὰ ὄντως ἀγαθὰ ἢ καλὰ ἀλλʼ ὅσα δόξει· ἐκ γὰρ τούτων εἶναι τὸ πείθειν ἀλλʼ οὐκ ἐκ τῆς ἀληθείας. ΣΩ. οὔτοι ἀπόβλητον ἔπος εἶναι δεῖ, ὦ Φαῖδρε, ὃ ἂν εἴπωσι σοφοί, ἀλλὰ σκοπεῖν μή τι λέγωσι· καὶ δὴ καὶ τὸ νῦν λεχθὲν οὐκ ἀφετέον. ΦΑΙ. ὀρθῶς λέγεις. ΣΩ. ὧδε δὴ σκοπῶμεν αὐτό. ΦΑΙ. πῶς; ΣΩ. εἴ σε πείθοιμι ἐγὼ πολεμίους ἀμύνειν κτησάμενον ἵππον, ἄμφω δὲ ἵππον ἀγνοοῖμεν, τοσόνδε μέντοι τυγχάνοιμι εἰδὼς περὶ σοῦ, ὅτι Φαῖδρος ἵππον ἡγεῖται τὸ τῶν ἡμέρων ζῴων μέγιστα ἔχον ὦτα— ΦΑΙ. γελοῖόν γʼ ἄν, ὦ Σώκρατες, εἴη. ΣΩ. οὔπω γε· ἀλλʼ ὅτε δὴ σπουδῇ σε πείθοιμι, συντιθεὶς λόγον ἔπαινον κατὰ τοῦ ὄνου, ἵππον ἐπονομάζων καὶ λέγων ὡς παντὸς ἄξιον τὸ θρέμμα οἴκοι τε κεκτῆσθαι καὶ ἐπὶ στρατιᾶς, ἀποπολεμεῖν τε χρήσιμον καὶ πρός γʼ ἐνεγκεῖν δυνατὸν σκεύη καὶ ἄλλα πολλὰ ὠφέλιμον. ΦΑΙ. παγγέλοιόν γʼ ἂν ἤδη εἴη. ΣΩ. ἆρʼ οὖν οὐ κρεῖττον γελοῖον καὶ φίλον ἢ δεινόν τε καὶ ἐχθρὸν ; ΦΑΙ. φαίνεται. ΣΩ. ὅταν οὖν ὁ ῥητορικὸς ἀγνοῶν ἀγαθὸν καὶ κακόν, λαβὼν πόλιν ὡσαύτως ἔχουσαν πείθῃ, μὴ περὶ ὄνου σκιᾶς ὡς ἵππου τὸν ἔπαινον ποιούμενος, ἀλλὰ περὶ κακοῦ ὡς ἀγαθοῦ, δόξας δὲ πλήθους μεμελετηκὼς πείσῃ κακὰ πράττειν ἀντʼ ἀγαθῶν, ποῖόν τινʼ ἂν οἴει μετὰ ταῦτα τὴν ῥητορικὴν καρπὸν ὧν ἔσπειρε θερίζειν; ΦΑΙ. οὐ πάνυ γε ἐπιεικῆ. ΣΩ. ἆρʼ οὖν, ὦ ἀγαθέ, ἀγροικότερον τοῦ δέοντος λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην; ἡ δʼ ἴσως ἂν εἴποι· τί ποτʼ, ὦ θαυμάσιοι, ληρεῖτε; ἐγὼ γὰρ οὐδένʼ ἀγνοοῦντα τἀληθὲς ἀναγκάζω μανθάνειν λέγειν, ἀλλʼ, εἴ τι ἐμὴ συμβουλή, κτησάμενον ἐκεῖνο οὕτως ἐμὲ λαμβάνειν

Transliteration

PHAI. houtōsi peri toutoy akēkoa, ō phile Sōkrates, ouk einai anankēn tō mellonti rhētori esesthai ta tō onti dikaia manthanein alla ta doxantʼ an plēthei hoiper dikasousin, oude ta ontōs agatha ē kala allʼ hosa doxei ek gar toutōn einai to peithein allʼ ouk ek tēs alētheias. SŌ. outoi apoblēton epos einai dei, ō PHaidre, ho an eipōsi sophoi, alla skopein mē ti legōsi kai dē kai to nyn lechthen ouk apheteon. PHAI. orthōs legeis. SŌ. hōde dē skopōmen auto. PHAI. pōs; SŌ. ei se peithoimi egō polemious amynein ktēsamenon hippon, amphō de hippon agnooimen, tosonde mentoi tynchanoimi eidōs peri sou, hoti PHaidros hippon hēgeitai to tōn hēmerōn zōōn megista echon ōta— PHAI. geloion gʼ an, ō Sōkrates, eiē. SŌ. oupō ge allʼ hote dē spoudē se peithoimi, syntitheis logon epainon kata tou onou, hippon eponomazōn kai legōn hōs pantos axion to thremma oikoi te kektēsthai kai epi stratias, apopolemein te chrēsimon kai pros gʼ enenkein dynaton skeuē kai alla polla ōphelimon. PHAI. pangeloion gʼ an ēdē eiē. SŌ. arʼ oun ou kreitton geloion kai philon ē deinon te kai echthron ; PHAI. phainetai. SŌ. hotan oun ho rhētorikos agnoōn agathon kai kakon, labōn polin hōsautōs echousan peithē, mē peri onou skias hōs hippou ton epainon poioumenos, alla peri kakou hōs agathou, doxas de plēthous memeletēkōs peisē kaka prattein antʼ agathōn, poion tinʼ an oiei meta tauta tēn rhētorikēn karpon hōn espeire therizein; PHAI. ou pany ge epieikē. SŌ. arʼ oun, ō agathe, agroikoteron tou deontos leloidorēkamen tēn tōn logōn technēn; hē dʼ isōs an eipoi ti potʼ, ō thaumasioi, lēreite; egō gar oudenʼ agnoounta talēthes anankazō manthanein legein, allʼ, ei ti emē symboulē, ktēsamenon ekeino houtōs eme lambanein

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 260 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook