Languages

Work 4 · Passage 83

Work 4 · Passage 83

Plato

Greek

ΦΑΙ. αὐτά γε, ὦ Σώκρατες, διελήλυθας ἃ λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι· ἀνεμνήσθην γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα. ΣΩ. ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς· εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν ὁ Τεισίας, μή τι ἄλλο λέγει τὸ εἰκὸς ἢ τὸ τῷ πλήθει δοκοῦν. ΦΑΙ. τί γὰρ ἄλλο; ΣΩ. τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον ἤ τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι τῷ πῶς δʼ ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα; ὁ δʼ οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχʼ ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ. καὶ περὶ τἆλλα δὴ τοιαῦτʼ ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα. οὐ γάρ, ὦ Φαῖδρε; ΦΑΙ. τί μήν; ΣΩ. φεῦ, δεινῶς γʼ ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν ὁ Τεισίας ἢ ἄλλος ὅστις δή ποτʼ ὢν τυγχάνει καὶ ὁπόθεν χαίρει ὀνομαζόμενος. ἀτάρ, ὦ ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν ἢ μὴ— ΦΑΙ. τὸ ποῖον; ΣΩ. ὅτι, ὦ Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς διʼ ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον· τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ ὁ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν. ὥστʼ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν· εἰ δὲ μή, οἷς νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατʼ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς ᾖ καθʼ ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτʼ ἔσται τεχνικὸς λόγων πέρι καθʼ ὅσον δυνατὸν ἀνθρώπῳ. ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας

Transliteration

PHAI. auta ge, ō Sōkrates, dielēlythas ha legousin hoi peri tous logous technikoi prospoioumenoi einai anemnēsthēn gar hoti en tō prosthen bracheōs tou toioutoy ephēpsametha, dokei de touto pammega einai tois peri tauta. SŌ. alla mēn ton ge Teisian auton pepatēkas akribōs eipetō toinyn kai tode hēmin ho Teisias, mē ti allo legei to eikos ē to tō plēthei dokoun. PHAI. ti gar allo; SŌ. touto dē, hōs eoike, sophon heurōn hama kai technikon egrapsen hōs ean tis asthenēs kai andrikos ischyron kai deilon synkopsas, himation ē ti allo aphelomenos, eis dikastērion agētai, dei dē talēthes mēdeteron legein, alla ton men deilon mē hypo monou phanai tou andrikou synkekophthai, ton de touto men elenchein hōs monō ēstēn, ekeinō de katachrēsasthai tō pōs dʼ an egō toiosde toiōde epecheirēsa; ho dʼ ouk erei dē tēn heautou kakēn, alla ti allo pseudesthai epicheirōn tachʼ an elenchon pē paradoiē tō antidikō. kai peri talla dē toiautʼ atta esti ta technē legomena. ou gar, ō PHaidre; PHAI. ti mēn; SŌ. pheu, deinōs gʼ eoiken apokekrymmenēn technēn aneurein ho Teisias ē allos hostis dē potʼ ōn tynchanei kai hopothen chairei onomazomenos. atar, ō hetaire, toutō hēmeis poteron legōmen ē mē— PHAI. to poion; SŌ. hoti, ō Teisia, palai hēmeis, prin kai se parelthein, tynchanomen legontes hōs ara touto to eikos tois pollois diʼ homoiotēta tou alēthous tynchanei engignomenon tas de homoiotētas arti diēlthomen hoti pantachou ho tēn alētheian eidōs kallista epistatai heuriskein. hōstʼ ei men allo ti peri technēs logōn legeis, akouoimen an ei de mē, hois nyndē diēlthomen peisometha, hōs ean mē tis tōn te akousomenōn tas physeis diarithmēsētai, kai katʼ eidē te diaireisthai ta onta kai mia idea dynatos ē kathʼ hen hekaston perilambanein, ou potʼ estai technikos logōn peri kathʼ hoson dynaton anthrōpō. tauta de ou mē pote ktēsētai aneu pollēs pragmateias

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 273 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook