Work 4 · Passage 9
Plato
Greek
ΦΑΙ. εἰ τοίνυν τὸν νόμον τὸν καθεστηκότα δέδοικας, μὴ πυθομένων τῶν ἀνθρώπων ὄνειδός σοι γένηται, εἰκός ἐστι τοὺς μὲν ἐρῶντας, οὕτως ἂν οἰομένους καὶ ὑπὸ τῶν ἄλλων ζηλοῦσθαι ὥσπερ αὐτοὺς ὑφʼ αὑτῶν, ἐπαρθῆναι τῷ λέγειν καὶ φιλοτιμουμένους ἐπιδείκνυσθαι πρὸς ἅπαντας ὅτι οὐκ ἄλλως αὐτοῖς πεπόνηται· τοὺς δὲ μὴ ἐρῶντας, κρείττους αὑτῶν ὄντας, τὸ βέλτιστον ἀντὶ τῆς δόξης τῆς παρὰ τῶν ἀνθρώπων αἱρεῖσθαι. ἔτι δὲ τοὺς μὲν ἐρῶντας πολλοὺς ἀνάγκη πυθέσθαι καὶ ἰδεῖν ἀκολουθοῦντας τοῖς ἐρωμένοις καὶ ἔργον τοῦτο ποιουμένους, ὥστε ὅταν ὀφθῶσι διαλεγόμενοι ἀλλήλοις, τότε αὐτοὺς οἴονται ἢ γεγενημένης ἢ μελλούσης ἔσεσθαι τῆς ἐπιθυμίας συνεῖναι· τοὺς δὲ μὴ ἐρῶντας οὐδʼ αἰτιᾶσθαι διὰ τὴν συνουσίαν ἐπιχειροῦσιν, εἰδότες ὅτι ἀναγκαῖόν ἐστιν ἢ διὰ φιλίαν τῳ διαλέγεσθαι ἢ διʼ ἄλλην τινὰ ἡδονήν. καὶ μὲν δὴ εἴ σοι δέος παρέστηκεν ἡγουμένῳ χαλεπὸν εἶναι φιλίαν συμμένειν, καὶ ἄλλῳ μὲν τρόπῳ διαφορᾶς γενομένης κοινὴν ἂν ἀμφοτέροις καταστῆναι τὴν συμφοράν, προεμένου δέ σου ἃ περὶ πλείστου ποιῇ μεγάλην ἄν σοι βλάβην ἂν γενέσθαι, εἰκότως ἂν τοὺς ἐρῶντας μᾶλλον ἂν φοβοῖο· πολλὰ γὰρ αὐτούς ἐστι τὰ λυποῦντα, καὶ πάντʼ ἐπὶ τῇ αὑτῶν βλάβῃ νομίζουσι γίγνεσθαι. διόπερ καὶ τὰς πρὸς τοὺς ἄλλους τῶν ἐρωμένων συνουσίας ἀποτρέπουσιν, φοβούμενοι τοὺς μὲν οὐσίαν κεκτημένους μὴ χρήμασιν αὐτοὺς ὑπερβάλωνται, τοὺς δὲ πεπαιδευμένους μὴ συνέσει κρείττους γένωνται· τῶν δὲ ἄλλο τι κεκτημένων ἀγαθὸν τὴν δύναμιν ἑκάστου φυλάττονται. πείσαντες μὲν οὖν ἀπεχθέσθαι σε τούτοις εἰς ἐρημίαν φίλων καθιστᾶσιν, ἐὰν δὲ τὸ σεαυτοῦ σκοπῶν ἄμεινον ἐκείνων φρονῇς, ἥξεις αὐτοῖς εἰς διαφοράν
Transliteration
PHAI. ei toinyn ton nomon ton kathestēkota dedoikas, mē pythomenōn tōn anthrōpōn oneidos soi genētai, eikos esti tous men erōntas, houtōs an oiomenous kai hypo tōn allōn zēlousthai hōsper autous hyphʼ hautōn, eparthēnai tō legein kai philotimoumenoys epideiknysthai pros hapantas hoti ouk allōs autois peponētai tous de mē erōntas, kreittous hautōn ontas, to beltiston anti tēs doxēs tēs para tōn anthrōpōn haireisthai. eti de tous men erōntas pollous anankē pythesthai kai idein akolouthoyntas tois erōmenois kai ergon touto poioumenoys, hōste hotan ophthōsi dialegomenoi allēlois, tote autous oiontai ē gegenēmenēs ē mellousēs esesthai tēs epithymias syneinai tous de mē erōntas oudʼ aitiasthai dia tēn synousian epicheirousin, eidotes hoti anankaion estin ē dia philian tō dialegesthai ē diʼ allēn tina hēdonēn. kai men dē ei soi deos parestēken hēgoumenō chalepon einai philian symmenein, kai allō men tropō diaphoras genomenēs koinēn an amphoterois katastēnai tēn symphoran, proemenou de sou ha peri pleistou poiē megalēn an soi blabēn an genesthai, eikotōs an tous erōntas mallon an phoboio polla gar autous esti ta lypounta, kai pantʼ epi tē hautōn blabē nomizousi gignesthai. dioper kai tas pros tous allous tōn erōmenōn synousias apotrepousin, phoboumenoi tous men ousian kektēmenous mē chrēmasin autous hyperbalōntai, tous de pepaideumenous mē synesei kreittous genōntai tōn de allo ti kektēmenōn agathon tēn dynamin hekastou phylattontai. peisantes men oun apechthesthai se toutois eis erēmian philōn kathistasin, ean de to seautou skopōn ameinon ekeinōn phronēs, hēxeis autois eis diaphoran
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 232 part 1; transliteration: greek-transliteration (build)