Work 4 · Passage 94
Plato
Greek
ΣΩ. νέος ἔτι, ὦ Φαῖδρε, Ἰσοκράτης· ὃ μέντοι μαντεύομαι κατʼ αὐτοῦ, λέγειν ἐθέλω. ΦΑΙ. τὸ ποῖον δή; ΣΩ. δοκεῖ μοι ἀμείνων ἢ κατὰ τοὺς περὶ Λυσίαν εἶναι λόγους τὰ τῆς φύσεως, ἔτι τε ἤθει γεννικωτέρῳ κεκρᾶσθαι· ὥστε οὐδὲν ἂν γένοιτο θαυμαστὸν προϊούσης τῆς ἡλικίας εἰ περὶ αὐτούς τε τοὺς λόγους, οἷς νῦν ἐπιχειρεῖ, πλέον ἢ παίδων διενέγκοι τῶν πώποτε ἁψαμένων λόγων, ἔτι τε εἰ αὐτῷ μὴ ἀποχρήσαι ταῦτα, ἐπὶ μείζω δέ τις αὐτὸν ἄγοι ὁρμὴ θειοτέρα· φύσει γάρ, ὦ φίλε, ἔνεστί τις φιλοσοφία τῇ τοῦ ἀνδρὸς διανοίᾳ. ταῦτα δὴ οὖν ἐγὼ μὲν παρὰ τῶνδε τῶν θεῶν ὡς ἐμοῖς παιδικοῖς Ἰσοκράτει ἐξαγγέλλω, σὺ δʼ ἐκεῖνα ὡς σοῖς Λυσίᾳ. ΦΑΙ. ταῦτʼ ἔσται· ἀλλὰ ἴωμεν, ἐπειδὴ καὶ τὸ πνῖγος ἠπιώτερον γέγονεν. ΣΩ. οὐκοῦν εὐξαμένῳ πρέπει τοῖσδε πορεύεσθαι; ΦΑΙ. τί μήν; ΣΩ. ὦ φίλε Πάν τε καὶ ἄλλοι ὅσοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλια. πλούσιον δὲ νομίζοιμι τὸν σοφόν· τὸ δὲ χρυσοῦ πλῆθος εἴη μοι ὅσον μήτε φέρειν μήτε ἄγειν δύναιτο ἄλλος ἢ ὁ σώφρων.ἔτʼ ἄλλου του δεόμεθα, ὦ Φαῖδρε; ἐμοὶ μὲν γὰρ μετρίως ηὖκται. ΦΑΙ. καὶ ἐμοὶ ταῦτα συνεύχου· κοινὰ γὰρ τὰ τῶν φίλων. ΣΩ. ἴωμεν.
Transliteration
SŌ. neos eti, ō PHaidre, Isokratēs ho mentoi manteuomai katʼ autou, legein ethelō. PHAI. to poion dē; SŌ. dokei moi ameinōn ē kata tous peri Lysian einai logous ta tēs physeōs, eti te ēthei gennikōterō kekrasthai hōste ouden an genoito thaumaston proiousēs tēs hēlikias ei peri autous te tous logous, hois nyn epicheirei, pleon ē paidōn dienenkoi tōn pōpote hapsamenōn logōn, eti te ei autō mē apochrēsai tauta, epi meizō de tis auton agoi hormē theiotera physei gar, ō phile, enesti tis philosophia tē tou andros dianoia. tauta dē oun egō men para tōnde tōn theōn hōs emois paidikois Isokratei exangellō, sy dʼ ekeina hōs sois Lysia. PHAI. tautʼ estai alla iōmen, epeidē kai to pnigos ēpiōteron gegonen. SŌ. oukoyn euxamenō prepei toisde poreuesthai; PHAI. ti mēn; SŌ. ō phile Pan te kai alloi hosoi tēde theoi, doiēte moi kalō genesthai tandothen exōthen de hosa echō, tois entos einai moi philia. plousion de nomizoimi ton sophon to de chrysou plēthos eiē moi hoson mēte pherein mēte agein dynaito allos ē ho sōphrōn.etʼ allou tou deometha, ō PHaidre; emoi men gar metriōs ēuktai. PHAI. kai emoi tauta syneuchou koina gar ta tōn philōn. SŌ. iōmen.
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 279; transliteration: greek-transliteration (build)