Work 1 · Passage 14
Aristotle
Greek
· πράξει γὰρ ἐξ ἀνάγκης, καὶ εὖ πράξει. ὥσπερ δʼ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται ἀλλʼ οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες νικῶσιν), οὕτω καὶ τῶν ἐν τῷ βίῳ καλῶν κἀγαθῶν οἱ πράττοντες ὀρθῶς ἐπήβολοι γίνονται. ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθʼ αὑτὸν ἡδύς. τὸ μὲν γὰρ ἥδεσθαι τῶν ψυχικῶν, ἑκάστῳ δʼ ἐστὶν ἡδὺ πρὸς ὃ λέγεται φιλοτοιοῦτος, οἷον ἵππος μὲν τῷ φιλίππῳ, θέαμα δὲ τῷ φιλοθεώρῳ· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ δίκαια τῷ φιλοδικαίῳ καὶ ὅλως τὰ κατʼ ἀρετὴν τῷ φιλαρέτῳ. τοῖς μὲν οὖν πολλοῖς τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει τοιαῦτʼ εἶναι, τοῖς δὲ φιλοκάλοις ἐστὶν ἡδέα τὰ φύσει ἡδέα· τοιαῦται δʼ αἱ κατʼ ἀρετὴν πράξεις, ὥστε καὶ τούτοις εἰσὶν ἡδεῖαι καὶ καθʼ αὑτάς. οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς ὁ βίος αὐτῶν ὥσπερ περιάπτου τινός, ἀλλʼ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ. πρὸς τοῖς εἰρημένοις γὰρ οὐδʼ ἐστὶν ἀγαθὸς ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσιν· οὔτε γὰρ δίκαιον οὐθεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν, οὔτʼ ἐλευθέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δʼ οὕτω, καθʼ αὑτὰς ἂν εἶεν αἱ κατʼ ἀρετὴν πράξεις ἡδεῖαι. ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· κρίνει δʼ ὡς εἴπομεν. ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία, καὶ οὐ διώρισται ταῦτα κατὰ τὸ Δηλιακὸν ἐπίγραμμα· ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις· ταύτας δέ, ἢ μίαν τούτων τὴν ἀρίστην, φαμὲν εἶναι τὴν εὐδαιμονίαν. φαίνεται δʼ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴπομεν· ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν ἀχορήγητον ὄντα. πολλὰ μὲν γὰρ πράττεται, καθάπερ διʼ ὀργάνων, διὰ φίλων καὶ πλούτου καὶ πολιτικῆς δυνάμεως
Transliteration
praxei gar ex anankes, kai eu praxei. hosper dʼ Olympiasin ouch hoi kallistoi kai ischyrotatoi stephanountai allʼ hoi agonizomenoi (touton gar tines nikosin), houto kai ton en to bio kalon kagathon hoi prattontes orthos epeboloi ginontai. esti de kai ho bios auton kathʼ hauton hedys. to men gar hedesthai ton psychikon, hekasto dʼ estin hedy pros ho legetai philotoioutos, hoion hippos men to philippo, theama de to philotheoro ton auton de tropon kai ta dikaia to philodikaio kai holos ta katʼ areten to philareto. tois men oun pollois ta hedea machetai dia to me physei toiautʼ einai, tois de philokalois estin hedea ta physei hedea toiautai dʼ hai katʼ areten praxeis, hoste kai toutois eisin hedeiai kai kathʼ hautas. ouden de prosdeitai tes hedones ho bios auton hosper periaptou tinos, allʼ echei ten hedonen en heauto. pros tois eiremenois gar oudʼ estin agathos ho me chairon tais kalais praxesin oute gar dikaion outheis an eipoi ton me chaironta to dikaiopragein, outʼ eleutherion ton me chaironta tais eleutheriois praxesin homoios de kai epi ton allon. ei dʼ houto, kathʼ hautas an eien hai katʼ areten praxeis hedeiai. alla men kai agathai ge kai kalai, kai malista touton hekaston, eiper kalos krinei peri auton ho spoudaios krinei dʼ hos eipomen. ariston ara kai kalliston kai hediston he eudaimonia, kai ou dioristai tauta kata to Deliakon epigramma hapanta gar hyparchei tauta tais aristais energeiais tautas de, e mian touton ten aristen, phamen einai ten eudaimonian. phainetai dʼ homos kai ton ektos agathon prosdeomene, kathaper eipomen adynaton gar e ou rhadion ta kala prattein achoregeton onta. polla men gar prattetai, kathaper diʼ organon, dia philon kai ploutoy kai politikes dynameos
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 1 section 8 part 2; bekker 1099a; transliteration: greek-transliteration (build)