Work 3 · Passage 10
Aristotle
Greek
ἡ δὲ βούλησις ὅτι μὲν τοῦ τέλους ἐστὶν εἴρηται, δοκεῖ δὲ τοῖς μὲν τἀγαθοῦ εἶναι, τοῖς δὲ τοῦ φαινομένου ἀγαθοῦ. συμβαίνει δὲ τοῖς μὲν βουλητὸν τἀγαθὸν λέγουσι μὴ εἶναι βουλητὸν ὃ βούλεται ὁ μὴ ὀρθῶς αἱρούμενος (εἰ γὰρ ἔσται βουλητόν, καὶ ἀγαθόν· ἦν δʼ, εἰ οὕτως ἔτυχε, κακόν), τοῖς δʼ αὖ τὸ φαινόμενον ἀγαθὸν βουλητὸν λέγουσι μὴ εἶναι φύσει βουλητόν, ἀλλʼ ἑκάστῳ τὸ δοκοῦν· ἄλλο δʼ ἄλλῳ φαίνεται, καὶ εἰ οὕτως ἔτυχε, τἀναντία. εἰ δὲ δὴ ταῦτα μὴ ἀρέσκει, ἆρα φατέον ἁπλῶς μὲν καὶ κατʼ ἀλήθειαν βουλητὸν εἶναι τἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον; τῷ μὲν οὖν σπουδαίῳ τὸ κατʼ ἀλήθειαν εἶναι, τῷ δὲ φαύλῳ τὸ τυχόν, ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων τοῖς μὲν εὖ διακειμένοις ὑγιεινά ἐστι τὰ κατʼ ἀλήθειαν τοιαῦτα ὄντα, τοῖς δʼ ἐπινόσοις ἕτερα, ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα· ὁ σπουδαῖος γὰρ ἕκαστα κρίνει ὀρθῶς, καὶ ἐν ἑκάστοις τἀληθὲς αὐτῷ φαίνεται. καθʼ ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστι καλὰ καὶ ἡδέα, καὶ διαφέρει πλεῖστον ἴσως ὁ σπουδαῖος τῷ τἀληθὲς ἐν ἑκάστοις ὁρᾶν, ὥσπερ κανὼν καὶ μέτρον αὐτῶν ὤν. ἐν τοῖς πολλοῖς δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικε γίνεσθαι· οὐ γὰρ οὖσα ἀγαθὸν φαίνεται. αἱροῦνται οὖν τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην ὡς κακὸν φεύγουσιν.
Transliteration
he de boulesis hoti men tou telous estin eiretai, dokei de tois men tagathou einai, tois de tou phainomenou agathou. symbainei de tois men bouleton tagathon legousi me einai bouleton ho bouletai ho me orthos hairoumenos (ei gar estai bouleton, kai agathon en dʼ, ei houtos etyche, kakon), tois dʼ au to phainomenon agathon bouleton legousi me einai physei bouleton, allʼ hekasto to dokoun allo dʼ allo phainetai, kai ei houtos etyche, tanantia. ei de de tauta me areskei, ara phateon haplos men kai katʼ aletheian bouleton einai tagathon, hekasto de to phainomenon; to men oun spoudaio to katʼ aletheian einai, to de phaulo to tychon, hosper kai epi ton somaton tois men eu diakeimenois hygieina esti ta katʼ aletheian toiauta onta, tois dʼ epinosois hetera, homoios de kai pikra kai glykea kai therma kai barea kai ton allon hekasta ho spoudaios gar hekasta krinei orthos, kai en hekastois talethes auto phainetai. kathʼ hekasten gar hexin idia esti kala kai hedea, kai diapherei pleiston isos ho spoudaios to talethes en hekastois horan, hosper kanon kai metron auton on. en tois pollois de he apate dia ten hedonen eoike ginesthai ou gar ousa agathon phainetai. hairountai oun to hedy hos agathon, ten de lypen hos kakon pheugousin.
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 3 section 4; bekker 1113b; transliteration: greek-transliteration (build)