Languages

Work 3 · Passage 8

Work 3 · Passage 8

Aristotle

Greek

· μᾶλλον γὰρ περὶ ταύτας διστάζομεν. τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἀδήλοις δὲ πῶς ἀποβήσεται, καὶ ἐν οἷς ἀδιόριστον. συμβούλους δὲ παραλαμβάνομεν εἰς τὰ μεγάλα, ἀπιστοῦντες ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς διαγνῶναι. βουλευόμεθα δʼ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. οὔτε γὰρ ἰατρὸς βουλεύεται εἰ ὑγιάσει, οὔτε ῥήτωρ εἰ πείσει, οὔτε πολιτικὸς εἰ εὐνομίαν ποιήσει, οὐδὲ τῶν λοιπῶν οὐδεὶς περὶ τοῦ τέλους· ἀλλὰ θέμενοι τὸ τέλος τὸ πῶς καὶ διὰ τίνων ἔσται σκοποῦσι· καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα ἐπισκοποῦσι, διʼ ἑνὸς δʼ ἐπιτελουμένου πῶς διὰ τούτου ἔσται κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωσιν ἐπὶ τὸ πρῶτον αἴτιον, ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν. ὁ γὰρ βουλευόμενος ἔοικε ζητεῖν καὶ ἀναλύειν τὸν εἰρημένον τρόπον ὥσπερ διάγραμμα (φαίνεται δʼ ἡ μὲν ζήτησις οὐ πᾶσα εἶναι βούλευσις, οἷον αἱ μαθηματικαί, ἡ δὲ βούλευσις πᾶσα ζήτησις), καὶ τὸ ἔσχατον ἐν τῇ ἀναλύσει πρῶτον εἶναι ἐν τῇ γενέσει. κἂν μὲν ἀδυνάτῳ ἐντύχωσιν, ἀφίστανται, οἷον εἰ χρημάτων δεῖ, ταῦτα δὲ μὴ οἷόν τε πορισθῆναι· ἐὰν δὲ δυνατὸν φαίνηται, ἐγχειροῦσι πράττειν. δυνατὰ δὲ ἃ διʼ ἡμῶν γένοιτʼ ἄν· τὰ γὰρ διὰ τῶν φίλων διʼ ἡμῶν πως ἐστίν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν. ζητεῖται δʼ ὁτὲ μὲν τὰ ὄργανα ὁτὲ δʼ ἡ χρεία αὐτῶν· ὁμοίως δὲ καὶ ἐν τοῖς λοιποῖς ὁτὲ μὲν διʼ οὗ ὁτὲ δὲ πῶς ἢ διὰ τίνος. ἔοικε δή, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι ἀρχὴ τῶν πράξεων· ἡ δὲ βουλὴ περὶ τῶν αὑτῷ πρακτῶν, αἱ δὲ πράξεις ἄλλων ἕνεκα. οὐ γὰρ ἂν εἴη βουλευτὸν τὸ τέλος ἀλλὰ τὰ πρὸς τὰ τέλη· οὐδὲ δὴ τὰ καθʼ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο ἢ πέπεπται ὡς δεῖ· αἰσθήσεως γὰρ ταῦτα. εἰ δὲ ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. βουλευτὸν δὲ καὶ προαιρετὸν τὸ αὐτό, πλὴν ἀφωρισμένον ἤδη τὸ προαιρετόν

Transliteration

mallon gar peri tautas distazomen. to bouleuesthai de en tois hos epi to poly, adelois de pos apobesetai, kai en hois adioriston. symbouloys de paralambanomen eis ta megala, apistountes hemin autois hos ouch hikanois diagnonai. bouleuometha dʼ ou peri ton telon alla peri ton pros ta tele. oute gar iatros bouleuetai ei hygiasei, oute rhetor ei peisei, oute politikos ei eunomian poiesei, oude ton loipon oudeis peri tou telous alla themenoi to telos to pos kai dia tinon estai skopousi kai dia pleionon men phainomenou ginesthai dia tinos rhasta kai kallista episkopousi, diʼ henos dʼ epiteloumenoy pos dia toutoy estai kakeino dia tinos, heos an elthosin epi to proton aition, ho en te heuresei eschaton estin. ho gar bouleuomenos eoike zetein kai analyein ton eiremenon tropon hosper diagramma (phainetai dʼ he men zetesis ou pasa einai bouleusis, hoion hai mathematikai, he de bouleusis pasa zetesis), kai to eschaton en te analysei proton einai en te genesei. kan men adynato entychosin, aphistantai, hoion ei chrematon dei, tauta de me hoion te poristhenai ean de dynaton phainetai, encheirousi prattein. dynata de ha diʼ hemon genoitʼ an ta gar dia ton philon diʼ hemon pos estin he gar arche en hemin. zeteitai dʼ hote men ta organa hote dʼ he chreia auton homoios de kai en tois loipois hote men diʼ hou hote de pos e dia tinos. eoike de, kathaper eiretai, anthropos einai arche ton praxeon he de boule peri ton hauto prakton, hai de praxeis allon heneka. ou gar an eie bouleuton to telos alla ta pros ta tele oude de ta kathʼ hekasta, hoion ei artos touto e pepeptai hos dei aistheseos gar tauta. ei de aei bouleusetai, eis apeiron hexei. bouleuton de kai proaireton to auto, plen aphorismenon ede to proaireton

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 3 section 3 part 2; bekker 1112b; transliteration: greek-transliteration (build)

Share X Facebook