Work 1 · Passage 18
Plato
Greek
ἀλλʼ οἶσθα, ἦν δʼ ἐγώ, οὗ μοι δοκεῖ εἶναι τὸ ῥῆμα, τὸ φάναι δίκαιον εἶναι τοὺς μὲν φίλους ὠφελεῖν, τοὺς δʼ ἐχθροὺς βλάπτειν; τίνος; ἔφη. οἶμαι αὐτὸ Περιάνδρου εἶναι ἢ Περδίκκου ἢ Ξέρξου ἢ Ἰσμηνίου τοῦ Θηβαίου ἤ τινος ἄλλου μέγα οἰομένου δύνασθαι πλουσίου ἀνδρός. ἀληθέστατα, ἔφη, λέγεις. εἶεν, ἦν δʼ ἐγώ· ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἐφάνη ἡ δικαιοσύνη ὂν οὐδὲ τὸ δίκαιον, τί ἂν ἄλλο τις αὐτὸ φαίη εἶναι; καὶ ὁ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτʼ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφʼ ἡμᾶς ὡς διαρπασόμενος. καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν· ὁ δʼ εἰς τὸ μέσον φθεγξάμενος, τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία ἔχει, ὦ Σώκρατες; καὶ τί εὐηθίζεσθε πρὸς ἀλλήλους ὑποκατακλινόμενοι ὑμῖν αὐτοῖς; ἀλλʼ εἴπερ ὡς ἀληθῶς βούλει εἰδέναι τὸ δίκαιον ὅτι ἔστι, μὴ μόνον ἐρώτα μηδὲ φιλοτιμοῦ ἐλέγχων ἐπειδάν τίς τι ἀποκρίνηται, ἐγνωκὼς τοῦτο, ὅτι ῥᾷον ἐρωτᾶν ἢ ἀποκρίνεσθαι, ἀλλὰ καὶ αὐτὸς ἀπόκριναι καὶ εἰπὲ τί φῂς εἶναι τὸ δίκαιον. καὶ ὅπως μοι μὴ ἐρεῖς ὅτι τὸ δέον ἐστὶν μηδʼ ὅτι τὸ ὠφέλιμον μηδʼ ὅτι τὸ λυσιτελοῦν μηδʼ ὅτι τὸ κερδαλέον μηδʼ ὅτι τὸ συμφέρον, ἀλλὰ σαφῶς μοι καὶ ἀκριβῶς λέγε ὅτι ἂν λέγῃς· ὡς ἐγὼ οὐκ ἀποδέξομαι ἐὰν ὕθλους τοιούτους λέγῃς. καὶ ἐγὼ ἀκούσας ἐξεπλάγην καὶ προσβλέπων αὐτὸν ἐφοβούμην, καί μοι δοκῶ, εἰ μὴ πρότερος ἑωράκη αὐτὸν ἢ ἐκεῖνος ἐμέ, ἄφωνος ἂν γενέσθαι. νῦν δὲ ἡνίκα ὑπὸ τοῦ λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος, ὥστε αὐτῷ οἷός τʼ ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑποτρέμων· ὦ Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι
Transliteration
allʼ oistha, ēn dʼ egō, hou moi dokei einai to rhēma, to phanai dikaion einai tous men philous ōphelein, tous dʼ echthrous blaptein; tinos; ephē. oimai auto Periandrou einai ē Perdikkou ē Xerxou ē Ismēniou tou THēbaiou ē tinos allou mega oiomenou dynasthai plousioy andros. alēthestata, ephē, legeis. eien, ēn dʼ egō epeidē de oude touto ephanē hē dikaiosynē on oude to dikaion, ti an allo tis auto phaiē einai; kai ho THrasymachos pollakis men kai dialegomenōn hēmōn metaxy hōrma antilambanesthai tou logou, epeita hypo tōn parakathēmenōn diekōlyeto boulomenōn diakousai ton logon hōs de diepausametha kai egō tautʼ eipon, ouketi hēsychian ēgen, alla systrepsas heauton hōsper thērion hēken ephʼ hēmas hōs diarpasomenos. kai egō te kai ho Polemarchos deisantes dieptoēthēmen ho dʼ eis to meson phthenxamenos, tis, ephē, hymas palai phlyaria echei, ō Sōkrates; kai ti euēthizesthe pros allēlous hypokataklinomenoi hymin autois; allʼ eiper hōs alēthōs boulei eidenai to dikaion hoti esti, mē monon erōta mēde philotimou elenchōn epeidan tis ti apokrinētai, egnōkōs touto, hoti rhaon erōtan ē apokrinesthai, alla kai autos apokrinai kai eipe ti phēs einai to dikaion. kai hopōs moi mē ereis hoti to deon estin mēdʼ hoti to ōphelimon mēdʼ hoti to lysiteloun mēdʼ hoti to kerdaleon mēdʼ hoti to sympheron, alla saphōs moi kai akribōs lege hoti an legēs hōs egō ouk apodexomai ean hythlous toioutoys legēs. kai egō akousas exeplagēn kai prosblepōn auton ephoboumēn, kai moi dokō, ei mē proteros heōrakē auton ē ekeinos eme, aphōnos an genesthai. nyn de hēnika hypo tou logou ērcheto exagriainesthai, proseblepsa auton proteros, hōste autō hoios tʼ egenomēn apokrinasthai, kai eipon hypotremōn ō THrasymache, mē chalepos hēmin isthi
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 336 part 1; transliteration: greek-transliteration (build)