Languages

Work 1 · Passage 30

Work 1 · Passage 30

Plato

Greek

ὀρθῶς, ἔφη. τί δὲ δή; αὐτὴ ἡ ἰατρική ἐστιν πονηρά, ἢ ἄλλη τις τέχνη ἔσθʼ ὅτι προσδεῖταί τινος ἀρετῆς—ὥσπερ ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ διὰ ταῦτα ἐπʼ αὐτοῖς δεῖ τινος τέχνης τῆς τὸ συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσης— ἆρα καὶ ἐν αὐτῇ τῇ τέχνῃ ἔνι τις πονηρία, καὶ δεῖ ἑκάστῃ τέχνῃ ἄλλης τέχνης ἥτις αὐτῇ τὸ συμφέρον σκέψεται, καὶ τῇ σκοπουμένῃ ἑτέρας αὖ τοιαύτης, καὶ τοῦτʼ ἔστιν ἀπέραντον; ἢ αὐτὴ αὑτῇ τὸ συμφέρον σκέψεται; ἢ οὔτε αὑτῆς οὔτε ἄλλης προσδεῖται ἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν· οὔτε γὰρ πονηρία οὔτε ἁμαρτία οὐδεμία οὐδεμιᾷ τέχνῃ πάρεστιν, οὐδὲ προσήκει τέχνῃ ἄλλῳ τὸ συμφέρον ζητεῖν ἢ ἐκείνῳ οὗ τέχνη ἐστίν, αὐτὴ δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν ὀρθὴ οὖσα, ἕωσπερ ἂν ᾖ ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν; καὶ σκόπει ἐκείνῳ τῷ ἀκριβεῖ λόγῳ· οὕτως ἢ ἄλλως ἔχει; οὕτως, ἔφη, φαίνεται. οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἰατρικὴ ἰατρικῇ τὸ συμφέρον σκοπεῖ ἀλλὰ σώματι. ναί, ἔφη. οὐδὲ ἱππικὴ ἱππικῇ ἀλλʼ ἵπποις· οὐδὲ ἄλλη τέχνη οὐδεμία ἑαυτῇ—οὐδὲ γὰρ προσδεῖται—ἀλλʼ ἐκείνῳ οὗ τέχνη ἐστίν. φαίνεται, ἔφη, οὕτως. ἀλλὰ μήν, ὦ Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι. συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις. οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου ὑπὸ ἑαυτῆς. συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ αὐτὰ μάχεσθαι

Transliteration

orthōs, ephē. ti de dē; autē hē iatrikē estin ponēra, ē allē tis technē esthʼ hoti prosdeitai tinos haretēs—ōsper ophthalmoi opseōs kai ōta akoēs kai dia tauta epʼ autois dei tinos technēs tēs to sympheron eis auta tauta skepsomenēs te kai ekporiousēs— ara kai en autē tē technē eni tis ponēria, kai dei hekastē technē allēs technēs hētis autē to sympheron skepsetai, kai tē skopoumenē heteras au toiautēs, kai toutʼ estin aperanton; ē autē hautē to sympheron skepsetai; ē oute hautēs oute allēs prosdeitai epi tēn hautēs ponērian to sympheron skopein oute gar ponēria oute hamartia oudemia oudemia technē parestin, oude prosēkei technē allō to sympheron zētein ē ekeinō hou technē estin, autē de ablabēs kai akeraios estin orthē ousa, heōsper an ē hekastē akribēs holē hēper estin; kai skopei ekeinō tō akribei logō houtōs ē allōs echei; houtōs, ephē, phainetai. ouk ara, ēn dʼ egō, iatrikē iatrikē to sympheron skopei alla sōmati. nai, ephē. oude hippikē hippikē allʼ hippois oude allē technē oudemia heautē—oude gar prosdeitai—allʼ ekeinō hou technē estin. phainetai, ephē, houtōs. alla mēn, ō THrasymache, archousi ge hai technai kai kratousin ekeinou houper eisin technai. synechōrēsen entautha kai mala mogis. ouk ara epistēmē ge oudemia to tou kreittonos sympheron skopei oudʼ epitattei, alla to tou hēttonos te kai archomenou hypo heautēs. synōmologēse men kai tauta teleutōn, epecheirei de peri auta machesthai

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 342 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook