Work 2 · Passage 17
Plato
Greek
οἷον ὃ νῦν ἡμεῖς ποιοῦμεν, ἢ πίνειν ἢ ᾁδειν ἢ διαλέγεσθαι, οὐκ ἔστι τούτων αὐτὸ καλὸν οὐδέν, ἀλλʼ ἐν τῇ πράξει, ὡς ἂν πραχθῇ, τοιοῦτον ἀπέβη· καλῶς μὲν γὰρ πραττόμενον καὶ ὀρθῶς καλὸν γίγνεται, μὴ ὀρθῶς δὲ αἰσχρόν. οὕτω δὴ καὶ τὸ ἐρᾶν καὶ ὁ Ἔρως οὐ πᾶς ἐστι καλὸς οὐδὲ ἄξιος ἐγκωμιάζεσθαι, ἀλλὰ ὁ καλῶς προτρέπων ἐρᾶν. ὁ μὲν οὖν τῆς Πανδήμου Ἀφροδίτης ὡς ἀληθῶς πάνδημός ἐστι καὶ ἐξεργάζεται ὅτι ἂν τύχῃ· καὶ οὗτός ἐστιν ὃν οἱ φαῦλοι τῶν ἀνθρώπων ἐρῶσιν. ἐρῶσι δὲ οἱ τοιοῦτοι πρῶτον μὲν οὐχ ἧττον γυναικῶν ἢ παίδων, ἔπειτα ὧν καὶ ἐρῶσι τῶν σωμάτων μᾶλλον ἢ τῶν ψυχῶν, ἔπειτα ὡς ἂν δύνωνται ἀνοητοτάτων, πρὸς τὸ διαπράξασθαι μόνον βλέποντες, ἀμελοῦντες δὲ τοῦ καλῶς ἢ μή· ὅθεν δὴ συμβαίνει αὐτοῖς ὅτι ἂν τύχωσι τοῦτο πράττειν, ὁμοίως μὲν ἀγαθόν, ὁμοίως δὲ τοὐναντίον. ἔστι γὰρ καὶ ἀπὸ τῆς θεοῦ νεωτέρας τε οὔσης πολὺ ἢ τῆς ἑτέρας, καὶ μετεχούσης ἐν τῇ γενέσει καὶ θήλεος καὶ ἄρρενος. ὁ δὲ τῆς Οὐρανίας πρῶτον μὲν οὐ μετεχούσης θήλεος ἀλλʼ ἄρρενος μόνον—καὶ ἔστιν οὗτος ὁ τῶν παίδων ἔρως—ἔπειτα πρεσβυτέρας, ὕβρεως ἀμοίρου· ὅθεν δὴ ἐπὶ τὸ ἄρρεν τρέπονται οἱ ἐκ τούτου τοῦ ἔρωτος ἔπιπνοι, τὸ φύσει ἐρρωμενέστερον καὶ νοῦν μᾶλλον ἔχον ἀγαπῶντες. καί τις ἂν γνοίη καὶ ἐν αὐτῇ τῇ παιδεραστίᾳ τοὺς εἰλικρινῶς ὑπὸ τούτου τοῦ ἔρωτος ὡρμημένους· οὐ γὰρ ἐρῶσι παίδων, ἀλλʼ ἐπειδὰν ἤδη ἄρχωνται νοῦν ἴσχειν, τοῦτο δὲ πλησιάζει τῷ γενειάσκειν. παρεσκευασμένοι γὰρ οἶμαί εἰσιν οἱ ἐντεῦθεν ἀρχόμενοι ἐρᾶν ὡς τὸν βίον ἅπαντα συνεσόμενοι καὶ κοινῇ συμβιωσόμενοι, ἀλλʼ οὐκ ἐξαπατήσαντες, ἐν ἀφροσύνῃ λαβόντες ὡς νέον, καταγελάσαντες οἰχήσεσθαι ἐπʼ ἄλλον ἀποτρέχοντες. χρῆν δὲ καὶ νόμον εἶναι μὴ ἐρᾶν παίδων, ἵνα μὴ εἰς ἄδηλον πολλὴ σπουδὴ ἀνηλίσκετο
Transliteration
hoion ho nyn hēmeis poioumen, ē pinein ē hadein ē dialegesthai, ouk esti toutōn auto kalon ouden, allʼ en tē praxei, hōs an prachthē, toiouton apebē kalōs men gar prattomenon kai orthōs kalon gignetai, mē orthōs de aischron. houtō dē kai to eran kai ho Erōs ou pas esti kalos oude axios enkōmiazesthai, alla ho kalōs protrepōn eran. ho men oun tēs Pandēmou Aphroditēs hōs alēthōs pandēmos esti kai exergazetai hoti an tychē kai houtos estin hon hoi phauloi tōn anthrōpōn erōsin. erōsi de hoi toioutoi prōton men ouch hētton gynaikōn ē paidōn, epeita hōn kai erōsi tōn sōmatōn mallon ē tōn psychōn, epeita hōs an dynōntai anoētotatōn, pros to diapraxasthai monon blepontes, amelountes de tou kalōs ē mē hothen dē symbainei autois hoti an tychōsi touto prattein, homoiōs men agathon, homoiōs de tounantion. esti gar kai apo tēs theou neōteras te ousēs poly ē tēs heteras, kai metechousēs en tē genesei kai thēleos kai arrhenos. ho de tēs Oyranias prōton men ou metechousēs thēleos allʼ arrhenos monon—kai estin houtos ho tōn paidōn erōs—epeita presbyteras, hybreōs amoirou hothen dē epi to arrhen trepontai hoi ek toutoy tou erōtos epipnoi, to physei errhōmenesteron kai noun mallon echon agapōntes. kai tis an gnoiē kai en autē tē paiderastia tous eilikrinōs hypo toutoy tou erōtos hōrmēmenous ou gar erōsi paidōn, allʼ epeidan ēdē archōntai noun ischein, touto de plēsiazei tō geneiaskein. pareskeuasmenoi gar oimai eisin hoi enteuthen archomenoi eran hōs ton bion hapanta synesomenoi kai koinē symbiōsomenoi, allʼ ouk exapatēsantes, en aphrosynē labontes hōs neon, katagelasantes oichēsesthai epʼ allon apotrechontes. chrēn de kai nomon einai mē eran paidōn, hina mē eis adēlon pollē spoudē anēlisketo
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 181 part 1; transliteration: greek-transliteration (build)