Work 2 · Passage 37
Plato
Greek
ὅσοι δὲ ἄρρενος τμῆμά εἰσι, τὰ ἄρρενα διώκουσι, καὶ τέως μὲν ἂν παῖδες ὦσιν, ἅτε τεμάχια ὄντα τοῦ ἄρρενος, φιλοῦσι τοὺς ἄνδρας καὶ χαίρουσι συγκατακείμενοι καὶ συμπεπλεγμένοι τοῖς ἀνδράσι, καί εἰσιν οὗτοι βέλτιστοι τῶν παίδων καὶ μειρακίων, ἅτε ἀνδρειότατοι ὄντες φύσει. φασὶ δὲ δή τινες αὐτοὺς ἀναισχύντους εἶναι, ψευδόμενοι· οὐ γὰρ ὑπʼ ἀναισχυντίας τοῦτο δρῶσιν ἀλλʼ ὑπὸ θάρρους καὶ ἀνδρείας καὶ ἀρρενωπίας, τὸ ὅμοιον αὐτοῖς ἀσπαζόμενοι. μέγα δὲ τεκμήριον· καὶ γὰρ τελεωθέντες μόνοι ἀποβαίνουσιν εἰς τὰ πολιτικὰ ἄνδρες οἱ τοιοῦτοι. ἐπειδὰν δὲ ἀνδρωθῶσι, παιδεραστοῦσι καὶ πρὸς γάμους καὶ παιδοποιίας οὐ προσέχουσι τὸν νοῦν φύσει, ἀλλʼ ὑπὸ τοῦ νόμου ἀναγκάζονται· ἀλλʼ ἐξαρκεῖ αὐτοῖς μετʼ ἀλλήλων καταζῆν ἀγάμοις. πάντως μὲν οὖν ὁ τοιοῦτος παιδεραστής τε καὶ φιλεραστὴς γίγνεται, ἀεὶ τὸ συγγενὲς ἀσπαζόμενος. ὅταν μὲν οὖν καὶ αὐτῷ ἐκείνῳ ἐντύχῃ τῷ αὑτοῦ ἡμίσει καὶ ὁ παιδεραστὴς καὶ ἄλλος πᾶς, τότε καὶ θαυμαστὰ ἐκπλήττονται φιλίᾳ τε καὶ οἰκειότητι καὶ ἔρωτι, οὐκ ἐθέλοντες ὡς ἔπος εἰπεῖν χωρίζεσθαι ἀλλήλων οὐδὲ σμικρὸν χρόνον. καὶ οἱ διατελοῦντες μετʼ ἀλλήλων διὰ βίου οὗτοί εἰσιν, οἳ οὐδʼ ἂν ἔχοιεν εἰπεῖν ὅτι βούλονται σφίσι παρʼ ἀλλήλων γίγνεσθαι. οὐδενὶ γὰρ ἂν δόξειεν τοῦτʼ εἶναι ἡ τῶν ἀφροδισίων συνουσία, ὡς ἄρα τούτου ἕνεκα ἕτερος ἑτέρῳ χαίρει συνὼν οὕτως ἐπὶ μεγάλης σπουδῆς· ἀλλʼ ἄλλο τι βουλομένη ἑκατέρου ἡ ψυχὴ δήλη ἐστίν, ὃ οὐ δύναται εἰπεῖν, ἀλλὰ μαντεύεται ὃ βούλεται, καὶ αἰνίττεται. καὶ εἰ αὐτοῖς ἐν τῷ αὐτῷ κατακειμένοις ἐπιστὰς ὁ Ἥφαιστος, ἔχων τὰ ὄργανα, ἔροιτο· τί ἔσθʼ ὃ βούλεσθε, ὦ ἄνθρωποι, ὑμῖν παρʼ ἀλλήλων γενέσθαι; καὶ εἰ ἀποροῦντας αὐτοὺς πάλιν ἔροιτο
Transliteration
hosoi de arrhenos tmēma eisi, ta arrhena diōkousi, kai teōs men an paides ōsin, hate temachia onta tou arrhenos, philousi tous andras kai chairousi synkatakeimenoi kai sympeplegmenoi tois andrasi, kai eisin houtoi beltistoi tōn paidōn kai meirakiōn, hate andreiotatoi ontes physei. phasi de dē tines autous anaischyntous einai, pseudomenoi ou gar hypʼ anaischyntias touto drōsin allʼ hypo tharrhous kai andreias kai arrhenōpias, to homoion autois aspazomenoi. mega de tekmērion kai gar teleōthentes monoi apobainousin eis ta politika andres hoi toioutoi. epeidan de andrōthōsi, paiderastousi kai pros gamous kai paidopoiias ou prosechousi ton noun physei, allʼ hypo tou nomou anankazontai allʼ exarkei autois metʼ allēlōn katazēn agamois. pantōs men oun ho toioutos paiderastēs te kai philerastēs gignetai, aei to syngenes aspazomenos. hotan men oun kai autō ekeinō entychē tō hautou hēmisei kai ho paiderastēs kai allos pas, tote kai thaumasta ekplēttontai philia te kai oikeiotēti kai erōti, ouk ethelontes hōs epos eipein chōrizesthai allēlōn oude smikron chronon. kai hoi diatelountes metʼ allēlōn dia biou houtoi eisin, hoi oudʼ an echoien eipein hoti boulontai sphisi parʼ allēlōn gignesthai. oudeni gar an doxeien toutʼ einai hē tōn aphrodisiōn synousia, hōs ara toutoy heneka heteros heterō chairei synōn houtōs epi megalēs spoudēs allʼ allo ti boulomenē hekaterou hē psychē dēlē estin, ho ou dynatai eipein, alla manteuetai ho bouletai, kai ainittetai. kai ei autois en tō autō katakeimenois epistas ho hĒphaistos, echōn ta organa, eroito ti esthʼ ho boulesthe, ō anthrōpoi, hymin parʼ allēlōn genesthai; kai ei aporountas autous palin eroito
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 192 part 1; transliteration: greek-transliteration (build)