Work 2 · Passage 44
Plato
Greek
ἁπτόμενον οὖν ἀεὶ καὶ ποσὶν καὶ πάντῃ ἐν μαλακωτάτοις τῶν μαλακωτάτων, ἁπαλώτατον ἀνάγκη εἶναι. νεώτατος μὲν δή ἐστι καὶ ἁπαλώτατος, πρὸς δὲ τούτοις ὑγρὸς τὸ εἶδος. οὐ γὰρ ἂν οἷός τʼ ἦν πάντῃ περιπτύσσεσθαι οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν. συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη, ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει· ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος. χρόας δὲ κάλλος ἡ κατʼ ἄνθη δίαιτα τοῦ θεοῦ σημαίνει· ἀνανθεῖ γὰρ καὶ ἀπηνθηκότι καὶ σώματι καὶ ψυχῇ καὶ ἄλλῳ ὁτῳοῦν οὐκ ἐνίζει Ἔρως, οὗ δʼ ἂν εὐανθής τε καὶ εὐώδης τόπος ᾖ, ἐνταῦθα δὲ καὶ ἵζει καὶ μένει. περὶ μὲν οὖν κάλλους τοῦ θεοῦ καὶ ταῦτα ἱκανὰ καὶ ἔτι πολλὰ λείπεται, περὶ δὲ ἀρετῆς Ἔρωτος μετὰ ταῦτα λεκτέον, τὸ μὲν μέγιστον ὅτι Ἔρως οὔτʼ ἀδικεῖ οὔτʼ ἀδικεῖται οὔτε ὑπὸ θεοῦ οὔτε θεόν, οὔτε ὑπʼ ἀνθρώπου οὔτε ἄνθρωπον. οὔτε γὰρ αὐτὸς βίᾳ πάσχει, εἴ τι πάσχει—βία γὰρ Ἔρωτος οὐχ ἅπτεται· οὔτε ποιῶν ποιεῖ—πᾶς γὰρ ἑκὼν Ἔρωτι πᾶν ὑπηρετεῖ, ἃ δʼ ἂν ἑκὼν ἑκόντι ὁμολογήσῃ, φασὶν οἱ πόλεως βασιλῆς νόμοι Alcidamas, a stylist of the school of Gorgias. δίκαια εἶναι. πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει. εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι· εἰ δὲ ἥττους, κρατοῖντʼ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοῖ. καὶ μὴν εἴς γε ἀνδρείαν Ἔρωτι οὐδʼ Ἄρης ἀνθίσταται. Soph. Thyest. Fr. 235 οὐ γὰρ ἔχει ἔρωτα Ἄρης, ἀλλʼ Ἔρως Ἄρη—Ἀφροδίτης, ὡς λόγος—κρείττων δὲ ὁ ἔχων τοῦ ἐχομένου· τοῦ δʼ ἀνδρειοτάτου τῶν ἄλλων κρατῶν πάντων ἂν ἀνδρειότατος εἴη. περὶ μὲν οὖν δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας τοῦ θεοῦ εἴρηται, περὶ δὲ σοφίας λείπεται
Transliteration
haptomenon oun aei kai posin kai pantē en malakōtatois tōn malakōtatōn, hapalōtaton anankē einai. neōtatos men dē esti kai hapalōtatos, pros de toutois hygros to eidos. ou gar an hoios tʼ ēn pantē periptyssesthai oude dia pasēs psychēs kai eisiōn to prōton lanthanein kai exiōn, ei sklēros ēn. symmetrou de kai hygras ideas mega tekmērion hē euschēmosynē, ho dē diapherontōs ek pantōn homologoumenōs Erōs echei aschēmosynē gar kai Erōti pros allēlous aei polemos. chroas de kallos hē katʼ anthē diaita tou theou sēmainei ananthei gar kai apēnthēkoti kai sōmati kai psychē kai allō hotōoun ouk enizei Erōs, hou dʼ an euanthēs te kai euōdēs topos ē, entautha de kai hizei kai menei. peri men oun kallous tou theou kai tauta hikana kai eti polla leipetai, peri de aretēs Erōtos meta tauta lekteon, to men megiston hoti Erōs outʼ adikei outʼ adikeitai oute hypo theou oute theon, oute hypʼ anthrōpou oute anthrōpon. oute gar autos bia paschei, ei ti paschei—bia gar Erōtos ouch haptetai oute poiōn poiei—pas gar hekōn Erōti pan hypēretei, ha dʼ an hekōn hekonti homologēsē, phasin hoi poleōs basilēs nomoi Alcidamas, a stylist of the school of Gorgias. dikaia einai. pros de tē dikaiosynē sōphrosynēs pleistēs metechei. einai gar homologeitai sōphrosynē to kratein hēdonōn kai epithymiōn, Erōtos de mēdemian hēdonēn kreittō einai ei de hēttous, kratointʼ an hypo Erōtos, ho de kratoi, kratōn de hēdonōn kai epithymiōn ho Erōs diapherontōs an sōphronoi. kai mēn eis ge andreian Erōti oudʼ Arēs anthistatai. Soph. Thyest. Fr. 235 ou gar echei erōta Arēs, allʼ Erōs Arē—Aphroditēs, hōs logos—kreittōn de ho echōn tou echomenou tou dʼ andreiotatou tōn allōn kratōn pantōn an andreiotatos eiē. peri men oun dikaiosynēs kai sōphrosynēs kai andreias tou theou eirētai, peri de sophias leipetai
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 196 part 1; transliteration: greek-transliteration (build)