Work 2 · Passage 85
Plato
Greek
ἔτι δὲ τὸ τοῦ δηχθέντος ὑπὸ τοῦ ἔχεως πάθος κἄμʼ ἔχει. φασὶ γάρ πού τινα τοῦτο παθόντα οὐκ ἐθέλειν λέγειν οἷον ἦν πλὴν τοῖς δεδηγμένοις, ὡς μόνοις γνωσομένοις τε καὶ συγγνωσομένοις εἰ πᾶν ἐτόλμα δρᾶν τε καὶ λέγειν ὑπὸ τῆς ὀδύνης. ἐγὼ οὖν δεδηγμένος τε ὑπὸ ἀλγεινοτέρου καὶ τὸ ἀλγεινότατον ὧν ἄν τις δηχθείη—τὴν καρδίαν γὰρ ἢ ψυχὴν ἢ ὅτι δεῖ αὐτὸ ὀνομάσαι πληγείς τε καὶ δηχθεὶς ὑπὸ τῶν ἐν φιλοσοφίᾳ λόγων, οἳ ἔχονται ἐχίδνης ἀγριώτερον, νέου ψυχῆς μὴ ἀφυοῦς ὅταν λάβωνται, καὶ ποιοῦσι δρᾶν τε καὶ λέγειν ὁτιοῦν—καὶ ὁρῶν αὖ Φαίδρους, Ἀγάθωνας, Ἐρυξιμάχους, Παυσανίας, Ἀριστοδήμους τε καὶ Ἀριστοφάνας· Σωκράτη δὲ αὐτὸν τί δεῖ λέγειν, καὶ ὅσοι ἄλλοι; πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου μανίας τε καὶ βακχείας—διὸ πάντες ἀκούσεσθε· συγγνώσεσθε γὰρ τοῖς τε τότε πραχθεῖσι καὶ τοῖς νῦν λεγομένοις. οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. ἐπειδὴ γὰρ οὖν, ὦ ἄνδρες, ὅ τε λύχνος ἀπεσβήκει καὶ οἱ παῖδες ἔξω ἦσαν, ἔδοξέ μοι χρῆναι μηδὲν ποικίλλειν πρὸς αὐτόν, ἀλλʼ ἐλευθέρως εἰπεῖν ἅ μοι ἐδόκει· καὶ εἶπον κινήσας αὐτόν, Σώκρατες, καθεύδεις; οὐ δῆτα, ἦ δʼ ὅς. οἶσθα οὖν ἅ μοι δέδοκται;τί μάλιστα, ἔφη. σὺ ἐμοὶ δοκεῖς, ἦν δʼ ἐγώ, ἐμοῦ ἐραστὴς ἄξιος γεγονέναι μόνος, καί μοι φαίνῃ ὀκνεῖν μνησθῆναι πρός με. ἐγὼ δὲ οὑτωσὶ ἔχω
Transliteration
eti de to tou dēchthentos hypo tou echeōs pathos kamʼ echei. phasi gar pou tina touto pathonta ouk ethelein legein hoion ēn plēn tois dedēgmenois, hōs monois gnōsomenois te kai syngnōsomenois ei pan etolma dran te kai legein hypo tēs odynēs. egō oun dedēgmenos te hypo algeinoterou kai to algeinotaton hōn an tis dēchtheiē—tēn kardian gar ē psychēn ē hoti dei auto onomasai plēgeis te kai dēchtheis hypo tōn en philosophia logōn, hoi echontai echidnēs agriōteron, neou psychēs mē aphyous hotan labōntai, kai poiousi dran te kai legein hotioun—kai horōn au PHaidrous, Agathōnas, Eryximachous, Pausanias, Aristodēmous te kai Aristophanas Sōkratē de auton ti dei legein, kai hosoi alloi; pantes gar kekoinōnēkate tēs philosophou manias te kai bakcheias—dio pantes akousesthe syngnōsesthe gar tois te tote prachtheisi kai tois nyn legomenois. hoi de oiketai, kai ei tis allos estin bebēlos te kai agroikos, pylas pany megalas tois ōsin epithesthe. epeidē gar oun, ō andres, ho te lychnos apesbēkei kai hoi paides exō ēsan, edoxe moi chrēnai mēden poikillein pros auton, allʼ eleutherōs eipein ha moi edokei kai eipon kinēsas auton, Sōkrates, katheudeis; ou dēta, ē dʼ hos. oistha oun ha moi dedoktai;ti malista, ephē. sy emoi dokeis, ēn dʼ egō, emou erastēs axios gegonenai monos, kai moi phainē oknein mnēsthēnai pros me. egō de houtōsi echō
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 218 part 1; transliteration: greek-transliteration (build)