Work 4 · Passage 1
Plato
Greek
ΣΩ. ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; ΦΑΙ. παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους· συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους· φησὶ γὰρ ἀκοπωτέρους εἶναι τῶν ἐν τοῖς δρόμοις. ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει. ἀτὰρ Λυσίας ἦν, ὡς ἔοικεν, ἐν ἄστει. ΦΑΙ. ναί, παρʼ Ἐπικράτει, ἐν τῇδε τῇ πλησίον τοῦ Ὀλυμπίου οἰκίᾳ τῇ Μορυχίᾳ. ΣΩ. τίς οὖν δὴ ἦν ἡ διατριβή; ἢ δῆλον ὅτι τῶν λόγων ὑμᾶς Λυσίας εἱστία; ΦΑΙ. πεύσῃ, εἴ σοι σχολὴ προϊόντι ἀκούειν. ΣΩ. τί δέ; οὐκ ἂν οἴει με κατὰ Πίνδαρον καὶ ἀσχολίας ὑπέρτερον πρᾶγμα ποιήσασθαι τὸ τεήν τε καὶ Λυσίου διατριβὴν ἀκοῦσαι; ΦΑΙ. πρόαγε δή. ΣΩ. λέγοις ἄν. ΦΑΙ. καὶ μήν, ὦ Σώκρατες, προσήκουσα γέ σοι ἡ ἀκοή· ὁ γάρ τοι λόγος ἦν, περὶ ὃν διετρίβομεν, οὐκ οἶδʼ ὅντινα τρόπον ἐρωτικός. γέγραφε γὰρ δὴ ὁ Λυσίας πειρώμενόν τινα τῶν καλῶν, οὐχ ὑπʼ ἐραστοῦ δέ, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κεκόμψευται· λέγει γὰρ ὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι. ΣΩ. ὢ γενναῖος. εἴθε γράψειεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ, καὶ πρεσβυτέρῳ ἢ νεωτέρῳ, καὶ ὅσα ἄλλα ἐμοί τε πρόσεστι καὶ τοῖς πολλοῖς ἡμῶν· ἦ γὰρ ἂν ἀστεῖοι καὶ δημωφελεῖς εἶεν οἱ λόγοι. ἔγωγʼ οὖν οὕτως ἐπιτεθύμηκα ἀκοῦσαι, ὥστʼ ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ.
Transliteration
SŌ. ō phile PHaidre, poi dē kai pothen; PHAI. para Lysiou, ō Sōkrates, tou Kephalou, poreuomai de pros peripaton exō teichous sychnon gar ekei dietripsa chronon kathēmenos ex heōthinou. tō de sō kai emō hetairō peithomenos Akoumenō kata tas hodous poioumai tous peripatous phēsi gar akopōterous einai tōn en tois dromois. SŌ. kalōs gar, ō hetaire, legei. atar Lysias ēn, hōs eoiken, en astei. PHAI. nai, parʼ Epikratei, en tēde tē plēsion tou Olympiou oikia tē Morychia. SŌ. tis oun dē ēn hē diatribē; ē dēlon hoti tōn logōn hymas Lysias heistia; PHAI. peusē, ei soi scholē proionti akouein. SŌ. ti de; ouk an oiei me kata Pindaron kai ascholias hyperteron pragma poiēsasthai to teēn te kai Lysiou diatribēn akousai; PHAI. proage dē. SŌ. legois an. PHAI. kai mēn, ō Sōkrates, prosēkousa ge soi hē akoē ho gar toi logos ēn, peri hon dietribomen, ouk oidʼ hontina tropon erōtikos. gegraphe gar dē ho Lysias peirōmenon tina tōn kalōn, ouch hypʼ erastou de, allʼ auto dē touto kai kekompseutai legei gar hōs charisteon mē erōnti mallon ē erōnti. SŌ. ō gennaios. eithe grapseien hōs chrē penēti mallon ē plousiō, kai presbyterō ē neōterō, kai hosa alla emoi te prosesti kai tois pollois hēmōn ē gar an asteioi kai dēmōpheleis eien hoi logoi. egōgʼ oun houtōs epitethymēka akousai, hōstʼ ean badizōn poiē ton peripaton Megarade kai kata hĒrodikon prosbas tō teichei palin apiēs, ou mē sou apoleiphthō.
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 227; transliteration: greek-transliteration (build)