Languages

Work 4 · Passage 19

Work 4 · Passage 19

Plato

Greek

ΦΑΙ. λέγε δή. ΣΩ. οἶσθʼ οὖν ὡς ποιήσω; ΦΑΙ. τοῦ πέρι; ΣΩ. ἐγκαλυψάμενος ἐρῶ, ἵνʼ ὅτι τάχιστα διαδράμω τὸν λόγον καὶ μὴ βλέπων πρὸς σὲ ὑπʼ αἰσχύνης διαπορῶμαι. ΦΑΙ. λέγε μόνον, τὰ δʼ ἄλλα ὅπως βούλει ποίει. ΣΩ. ἄγετε δή, ὦ Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου, ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν, ἵνʼ ὁ ἑταῖρος αὐτοῦ, καὶ πρότερον δοκῶν τούτῳ σοφὸς εἶναι, νῦν ἔτι μᾶλλον δόξῃ. ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος, μάλα καλός· τούτῳ δὲ ἦσαν ἐρασταὶ πάνυ πολλοί. εἷς δέ τις αὐτῶν αἱμύλος ἦν, ὃς οὐδενὸς ἧττον ἐρῶν ἐπεπείκει τὸν παῖδα ὡς οὐκ ἐρῴη. καί ποτε αὐτὸν αἰτῶν ἔπειθεν τοῦτʼ αὐτό, ὡς μὴ ἐρῶντι πρὸ τοῦ ἐρῶντος δέοι χαρίζεσθαι, ἔλεγέν τε ὧδε— περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύσεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη. τοὺς δὲ πολλοὺς λέληθεν ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου. ὡς οὖν εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις ὁμολογοῦσιν. ἐγὼ οὖν καὶ σὺ μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν, ἀλλʼ ἐπειδὴ σοὶ καὶ ἐμοὶ ὁ λόγος πρόκειται πότερα ἐρῶντι ἢ μὴ μᾶλλον εἰς φιλίαν ἰτέον, περὶ ἔρωτος οἷόν τʼ ἔστι καὶ ἣν ἔχει δύναμιν, ὁμολογίᾳ θέμενοι ὅρον, εἰς τοῦτο ἀποβλέποντες καὶ ἀναφέροντες τὴν σκέψιν ποιώμεθα εἴτε ὠφελίαν εἴτε βλάβην παρέχει. ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δʼ αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν. τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν; δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου. τούτω δὲ ἐν ἡμῖν τοτὲ μὲν ὁμονοεῖτον, ἔστι δὲ ὅτε στασιάζετον· καὶ τοτὲ μὲν ἡ ἑτέρα, ἄλλοτε δὲ ἡ ἑτέρα κρατεῖ.

Transliteration

PHAI. lege dē. SŌ. oisthʼ oun hōs poiēsō; PHAI. tou peri; SŌ. enkalypsamenos erō, hinʼ hoti tachista diadramō ton logon kai mē blepōn pros se hypʼ aischynēs diaporōmai. PHAI. lege monon, ta dʼ alla hopōs boulei poiei. SŌ. agete dē, ō Mousai, eite diʼ ōdēs eidos ligeiai, eite dia genos mousikon to Ligyōn tautēn eschetʼ epōnymian, xym moi labesthe tou mythou, hon me anankazei ho beltistos houtosi legein, hinʼ ho hetairos autou, kai proteron dokōn toutō sophos einai, nyn eti mallon doxē. ēn houtō dē pais, mallon de meirakiskos, mala kalos toutō de ēsan erastai pany polloi. heis de tis autōn haimylos ēn, hos oudenos hētton erōn epepeikei ton paida hōs ouk erōē. kai pote auton aitōn epeithen toutʼ auto, hōs mē erōnti pro tou erōntos deoi charizesthai, elegen te hōde— peri pantos, ō pai, mia archē tois mellousi kalōs bouleusesthai eidenai dei peri hou an ē hē boulē, ē pantos hamartanein anankē. tous de pollous lelēthen hoti ouk isasi tēn ousian hekastou. hōs oun eidotes ou diomologountai en archē tēs skepseōs, proelthontes de to eikos apodidoasin oute gar heautois oute allēlois homologousin. egō oun kai sy mē pathōmen ho allois epitimōmen, allʼ epeidē soi kai emoi ho logos prokeitai potera erōnti ē mē mallon eis philian iteon, peri erōtos hoion tʼ esti kai hēn echei dynamin, homologia themenoi horon, eis touto apoblepontes kai anapherontes tēn skepsin poiōmetha eite ōphelian eite blabēn parechei. hoti men oun dē epithymia tis ho erōs, hapanti dēlon hoti dʼ au kai mē erōntes epithymousi tōn kalōn, ismen. tō dē ton erōnta te kai mē krinoumen; dei au noēsai hoti hēmōn en hekastō dyo tine eston idea archonte kai agonte, hoin hepometha hē an agēton, hē men emphytos ousa epithymia hēdonōn, allē de epiktētos doxa, ephiemenē tou aristou. toutō de en hēmin tote men homonoeiton, esti de hote stasiazeton kai tote men hē hetera, allote de hē hetera kratei.

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 237; transliteration: greek-transliteration (build)

Share X Facebook