Languages

Work 4 · Passage 23

Work 4 · Passage 23

Plato

Greek

ΣΩ. σαφὲς δὴ τοῦτό γε παντὶ μέν, μάλιστα δὲ τῷ ἐραστῇ, ὅτι τῶν φιλτάτων τε καὶ εὐνουστάτων καὶ θειοτάτων κτημάτων ὀρφανὸν πρὸ παντὸς εὔξαιτʼ ἂν εἶναι τὸν ἐρώμενον· πατρὸς γὰρ καὶ μητρὸς καὶ συγγενῶν καὶ φίλων στέρεσθαι ἂν αὐτὸν δέξαιτο, διακωλυτὰς καὶ ἐπιτιμητὰς ἡγούμενος τῆς ἡδίστης πρὸς αὐτὸν ὁμιλίας. ἀλλὰ μὴν οὐσίαν γʼ ἔχοντα χρυσοῦ ἤ τινος ἄλλης κτήσεως οὔτε εὐάλωτον ὁμοίως οὔτε ἁλόντα εὐμεταχείριστον ἡγήσεται· ἐξ ὧν πᾶσα ἀνάγκη ἐραστὴν παιδικοῖς φθονεῖν μὲν οὐσίαν κεκτημένοις, ἀπολλυμένης δὲ χαίρειν. ἔτι τοίνυν ἄγαμον, ἄπαιδα, ἄοικον ὅτι πλεῖστον χρόνον παιδικὰ ἐραστὴς εὔξαιτʼ ἂν γενέσθαι, τὸ αὑτοῦ γλυκὺ ὡς πλεῖστον χρόνον καρποῦσθαι ἐπιθυμῶν. ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμειξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν, οἷον κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμειξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον, καί τις ἑταίραν ὡς βλαβερὸν ψέξειεν ἄν, καὶ ἄλλα πολλὰ τῶν τοιουτοτρόπων θρεμμάτων τε καὶ ἐπιτηδευμάτων, οἷς τό γε καθʼ ἡμέραν ἡδίστοισιν εἶναι ὑπάρχει· παιδικοῖς δὲ ἐραστὴς πρὸς τῷ βλαβερῷ καὶ εἰς τὸ συνημερεύειν πάντων ἀηδέστατον. ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα—ἡ γὰρ οἶμαι χρόνου ἰσότης ἐπʼ ἴσας ἡδονὰς ἄγουσα διʼ ὁμοιότητα φιλίαν παρέχεται—ἀλλʼ ὅμως κόρον γε καὶ ἡ τούτων συνουσία ἔχει. καὶ μὴν τό γε ἀναγκαῖον αὖ βαρὺ παντὶ περὶ πᾶν λέγεται· ὃ δὴ πρὸς τῇ ἀνομοιότητι μάλιστα ἐραστὴς πρὸς παιδικὰ ἔχει. νεωτέρῳ γὰρ πρεσβύτερος συνὼν οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἑκὼν ἀπολείπεται, ἀλλʼ ὑπʼ ἀνάγκης τε καὶ οἴστρου ἐλαύνεται, ὃς ἐκείνῳ μὲν ἡδονὰς ἀεὶ διδοὺς ἄγει, ὁρῶντι, ἀκούοντι, ἁπτομένῳ, καὶ πᾶσαν αἴσθησιν αἰσθανομένῳ τοῦ ἐρωμένου, ὥστε μεθʼ ἡδονῆς ἀραρότως αὐτῷ ὑπηρετεῖν

Transliteration

SŌ. saphes dē touto ge panti men, malista de tō erastē, hoti tōn philtatōn te kai eunoustatōn kai theiotatōn ktēmatōn orphanon pro pantos euxaitʼ an einai ton erōmenon patros gar kai mētros kai syngenōn kai philōn steresthai an auton dexaito, diakōlytas kai epitimētas hēgoumenos tēs hēdistēs pros auton homilias. alla mēn ousian gʼ echonta chrysou ē tinos allēs ktēseōs oute eualōton homoiōs oute halonta eumetacheiriston hēgēsetai ex hōn pasa anankē erastēn paidikois phthonein men ousian kektēmenois, apollymenēs de chairein. eti toinyn agamon, apaida, aoikon hoti pleiston chronon paidika erastēs euxaitʼ an genesthai, to hautou glyky hōs pleiston chronon karpousthai epithymōn. esti men dē kai alla kaka, alla tis daimōn emeixe tois pleistois en tō parautika hēdonēn, hoion kolaki, deinō thēriō kai blabē megalē, homōs epemeixen hē physis hēdonēn tina ouk amouson, kai tis hetairan hōs blaberon psexeien an, kai alla polla tōn toioutotropōn thremmatōn te kai epitēdeumatōn, hois to ge kathʼ hēmeran hēdistoisin einai hyparchei paidikois de erastēs pros tō blaberō kai eis to synēmereuein pantōn aēdestaton. hēlika gar dē kai ho palaios logos terpein ton hēlika—ē gar oimai chronou isotēs epʼ isas hēdonas agousa diʼ homoiotēta philian parechetai—allʼ homōs koron ge kai hē toutōn synousia echei. kai mēn to ge anankaion au bary panti peri pan legetai ho dē pros tē anomoiotēti malista erastēs pros paidika echei. neōterō gar presbyteros synōn outhʼ hēmeras oute nyktos hekōn apoleipetai, allʼ hypʼ anankēs te kai oistrou elaunetai, hos ekeinō men hēdonas aei didous agei, horōnti, akouonti, haptomenō, kai pasan aisthēsin aisthanomenō tou erōmenou, hōste methʼ hēdonēs ararotōs autō hypēretein

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 240 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook