Languages

Work 4 · Passage 34

Work 4 · Passage 34

Plato

Greek

ΣΩ. πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ αὑτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς· εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον, μὴ ἄλλο τι εἶναι τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἢ ψυχήν, ἐξ ἀνάγκης ἀγένητόν τε καὶ ἀθάνατον ψυχὴ ἂν εἴη.περὶ μὲν οὖν ἀθανασίας αὐτῆς ἱκανῶς· περὶ δὲ τῆς ἰδέας αὐτῆς ὧδε λεκτέον. οἷον μέν ἐστι, πάντῃ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης τε καὶ ἐλάττονος· ταύτῃ οὖν λέγωμεν. ἐοικέτω δὴ συμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου. θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέμεικται. καὶ πρῶτον μὲν ἡμῶν ὁ ἄρχων συνωρίδος ἡνιοχεῖ, εἶτα τῶν ἵππων ὁ μὲν αὐτῷ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δʼ ἐξ ἐναντίων τε καὶ ἐναντίος· χαλεπὴ δὴ καὶ δύσκολος ἐξ ἀνάγκης ἡ περὶ ἡμᾶς ἡνιόχησις. πῇ δὴ οὖν θνητόν τε καὶ ἀθάνατον ζῷον ἐκλήθη πειρατέον εἰπεῖν. ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ, ἄλλοτʼ ἐν ἄλλοις εἴδεσι γιγνομένη. τελέα μὲν οὖν οὖσα καὶ ἐπτερωμένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ, ἡ δὲ πτερορρυήσασα φέρεται ἕως ἂν στερεοῦ τινος ἀντιλάβηται, οὗ κατοικισθεῖσα, σῶμα γήϊνον λαβοῦσα, αὐτὸ αὑτὸ δοκοῦν κινεῖν διὰ τὴν ἐκείνης δύναμιν, ζῷον τὸ σύμπαν ἐκλήθη, ψυχὴ καὶ σῶμα παγέν, θνητόν τʼ ἔσχεν ἐπωνυμίαν· ἀθάνατον δὲ οὐδʼ ἐξ ἑνὸς λόγου λελογισμένου, ἀλλὰ πλάττομεν οὔτε ἰδόντες οὔτε ἱκανῶς νοήσαντες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα. ἀλλὰ ταῦτα μὲν δή, ὅπῃ τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω

Transliteration

SŌ. pan gar sōma, hō men exōthen to kineisthai, apsychon, hō de endothen autō ex hautou, empsychon, hōs tautēs ousēs physeōs psychēs ei dʼ estin touto houtōs echon, mē allo ti einai to auto heauto kinoun ē psychēn, ex anankēs agenēton te kai athanaton psychē an eiē.peri men oun athanasias autēs hikanōs peri de tēs ideas autēs hōde lekteon. hoion men esti, pantē pantōs theias einai kai makras diēgēseōs, hō de eoiken, anthrōpinēs te kai elattonos tautē oun legōmen. eoiketō dē symphytō dynamei hypopterou zeugous te kai hēniochou. theōn men oun hippoi te kai hēniochoi pantes autoi te agathoi kai ex agathōn, to de tōn allōn memeiktai. kai prōton men hēmōn ho archōn synōridos hēniochei, eita tōn hippōn ho men autō kalos te kai agathos kai ek toioutōn, ho dʼ ex enantiōn te kai enantios chalepē dē kai dyskolos ex anankēs hē peri hēmas hēniochēsis. pē dē oun thnēton te kai athanaton zōon eklēthē peirateon eipein. psychē pasa pantos epimeleitai tou apsychou, panta de ouranon peripolei, allotʼ en allois eidesi gignomenē. telea men oun ousa kai epterōmenē meteōroporei te kai panta ton kosmon dioikei, hē de pterorrhyēsasa pheretai heōs an stereou tinos antilabētai, hou katoikistheisa, sōma gēinon labousa, auto hauto dokoun kinein dia tēn ekeinēs dynamin, zōon to sympan eklēthē, psychē kai sōma pagen, thnēton tʼ eschen epōnymian athanaton de oudʼ ex henos logou lelogismenou, alla plattomen oute idontes oute hikanōs noēsantes theon, athanaton ti zōon, echon men psychēn, echon de sōma, ton aei de chronon tauta sympephykota. alla tauta men dē, hopē tō theō philon, tautē echetō te kai legesthō

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 246 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook