Languages

Work 4 · Passage 40

Work 4 · Passage 40

Plato

Greek

ΣΩ. ἐν δὴ τούτοις ἅπασιν ὃς μὲν ἂν δικαίως διαγάγῃ ἀμείνονος μοίρας μεταλαμβάνει, ὃς δʼ ἂν ἀδίκως, χείρονος· εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ἡ ψυχὴ ἑκάστη οὐκ ἀφικνεῖται ἐτῶν μυρίων— οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου—πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας, αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστῷ ἔτει ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσιν, κρίσεως ἔτυχον, κριθεῖσαι δὲ αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην ἐκτίνουσιν, αἱ δʼ εἰς τοὐρανοῦ τινα τόπον ὑπὸ τῆς Δίκης κουφισθεῖσαι διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου αἱροῦνται ὃν ἂν θέλῃ ἑκάστη· ἔνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται, καὶ ἐκ θηρίου ὅς ποτε ἄνθρωπος ἦν πάλιν εἰς ἄνθρωπον. οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα τὴν ἀλήθειαν εἰς τόδε ἥξει τὸ σχῆμα. δεῖ γὰρ ἄνθρωπον συνιέναι κατʼ εἶδος λεγόμενον, ἐκ πολλῶν ἰὸν αἰσθήσεων εἰς ἓν λογισμῷ συναιρούμενον· τοῦτο δʼ ἐστὶν ἀνάμνησις ἐκείνων ἅ ποτʼ εἶδεν ἡμῶν ἡ ψυχὴ συμπορευθεῖσα θεῷ καὶ ὑπεριδοῦσα ἃ νῦν εἶναί φαμεν, καὶ ἀνακύψασα εἰς τὸ ὂν ὄντως. διὸ δὴ δικαίως μόνη πτεροῦται ἡ τοῦ φιλοσόφου διάνοια· πρὸς γὰρ ἐκείνοις ἀεί ἐστιν μνήμῃ κατὰ δύναμιν, πρὸς οἷσπερ θεὸς ὢν θεῖός ἐστιν. τοῖς δὲ δὴ τοιούτοις ἀνὴρ ὑπομνήμασιν ὀρθῶς χρώμενος, τελέους ἀεὶ τελετὰς τελούμενος, τέλεος ὄντως μόνος γίγνεται

Transliteration

SŌ. en dē toutois hapasin hos men an dikaiōs diagagē ameinonos moiras metalambanei, hos dʼ an adikōs, cheironos eis men gar to auto hothen hēkei hē psychē hekastē ouk aphikneitai etōn myriōn— ou gar pteroutai pro tosoutoy chronou—plēn hē tou philosophēsantos adolōs ē paiderastēsantos meta philosophias, hautai de tritē periodō tē chilietei, ean helōntai tris ephexēs ton bion touton, houtō pterōtheisai trischiliostō etei aperchontai. hai de allai, hotan ton prōton bion teleutēsōsin, kriseōs etychon, kritheisai de hai men eis ta hypo gēs dikaiōtēria elthousai dikēn ektinousin, hai dʼ eis touranoy tina topon hypo tēs Dikēs kouphistheisai diagousin axiōs hou en anthrōpou eidei ebiōsan biou. tō de chiliostō amphoterai aphiknoumenai epi klērōsin te kai hairesin tou deuterou biou hairountai hon an thelē hekastē entha kai eis thēriou bion anthrōpinē psychē aphikneitai, kai ek thēriou hos pote anthrōpos ēn palin eis anthrōpon. ou gar hē ge mēpote idousa tēn alētheian eis tode hēxei to schēma. dei gar anthrōpon synienai katʼ eidos legomenon, ek pollōn ion aisthēseōn eis hen logismō synairoumenon touto dʼ estin anamnēsis ekeinōn ha potʼ eiden hēmōn hē psychē symporeutheisa theō kai hyperidousa ha nyn einai phamen, kai anakypsasa eis to on ontōs. dio dē dikaiōs monē pteroutai hē tou philosophou dianoia pros gar ekeinois aei estin mnēmē kata dynamin, pros hoisper theos ōn theios estin. tois de dē toioutois anēr hypomnēmasin orthōs chrōmenos, teleous aei teletas teloumenos, teleos ontōs monos gignetai

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 249 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook