Work 4 · Passage 75
Plato
Greek
ΣΩ. ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν. ΦΑΙ. καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις. ΣΩ. ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί. ΦΑΙ. δείκνυε μόνον. ΣΩ. εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ, τί ἂν οἴει ἀκούσαντας εἰπεῖν; ΦΑΙ. τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου; ΣΩ. εἰ οὖν εἴποι ὅτι οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι ἃ ἐρωτᾷς; ΦΑΙ. εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης. ΣΩ. τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι; ΦΑΙ. καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην. ΣΩ. ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν
Transliteration
SŌ. eōmen dē ta ge smikra tauta de hypʼ augas mallon idōmen, tina kai potʼ echei tēn tēs technēs dynamin. PHAI. kai mala errhōmenēn, ō Sōkrates, en ge dē plēthous synodois. SŌ. echei gar. allʼ, ō daimonie, ide kai sy ei ara kai soi phainetai diestēkos autōn to ētrion hōsper emoi. PHAI. deiknye monon. SŌ. eipe dē moi ei tis proselthōn tō hetairō sou Eryximachō ē tō patri autou Akoumenō eipoi hoti egō epistamai toiautʼ atta sōmasi prospherein, hōste thermainein tʼ ean boulōmai kai psychein, kai ean men doxē moi, emein poiein, ean dʼ au, katō diachōrein, kai alla pampolla toiauta kai epistamenos auta axiō iatrikos einai kai allon poiein hō an tēn toutōn epistēmēn paradō, ti an oiei akousantas eipein; PHAI. ti dʼ allo ge ē eresthai ei prosepistatai kai houstinas dei kai hopote hekasta toutōn poiein, kai mechri hoposou; SŌ. ei oun eipoi hoti oudamōs allʼ axiō ton tauta parʼ emou mathonta auton hoion tʼ einai ha erōtas; PHAI. eipein an oimai hoti mainetai hanthrōpos, kai ek bibliou pothen akousas ē peritychōn pharmakiois iatros oietai gegonenai, ouden epaiōn tēs technēs. SŌ. ti dʼ ei Sophoklei au proselthōn kai Eyripidē tis legoi hōs epistatai peri smikrou pragmatos rhēseis pammēkeis poiein kai peri megalou pany smikras, hotan te boulētai oiktras, kai tounantion au phoberas kai apeilētikas hosa tʼ alla toiauta, kai didaskōn auta tragōdias poiēsin oietai paradidonai; PHAI. kai houtoi an, ō Sōkrates, oimai katagelōen ei tis oietai tragōdian allo ti einai ē tēn toutōn systasin prepousan allēlois te kai tō holō synistamenēn. SŌ. allʼ ouk an agroikōs ge oimai loidorēseian, allʼ hōsper an mousikos entychōn andri oiomenō harmonikō einai, hoti dē tynchanei epistamenos hōs hoion te oxytatēn kai barytatēn chordēn poiein, ouk agriōs eipoi an
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 268 part 1; transliteration: greek-transliteration (build)