Work 4 · Passage 77
Plato
Greek
ΣΩ. οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά. ΦΑΙ. παντάπασι μὲν οὖν. ΣΩ. τί δὲ τὸν μελίγηρυν Ἄδραστον οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων— βραχυλογιῶν τε καὶ εἰκονολογιῶν καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας· ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον ὄν, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις. ΦΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι· ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι; ΣΩ. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ. ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος. ΦΑΙ. ἀλλὰ πῇ δή; ΣΩ. κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι. ΦΑΙ. τί δή;
Transliteration
SŌ. oukoyn kai ho Sophoklēs ton sphisin epideiknymenon ta pro tragōdias an phaiē allʼ ou ta tragika, kai ho Akoumenos ta pro iatrikēs allʼ ou ta iatrika. PHAI. pantapasi men oun. SŌ. ti de ton meligēryn Adraston oiometha ē kai Periklea, ei akouseian hōn nyndē hēmeis diēmen tōn pankalōn technēmatōn— brachylogiōn te kai eikonologiōn kai hosa alla dielthontes hypʼ augas ephamen einai skeptea—poteron chalepōs an autous, hōsper egō te kai sy, hypʼ agroikias rhēma ti eipein apaideuton eis tous tauta gegraphotas te kai didaskontas hōs rhētorikēn technēn, ē hate hēmōn ontas sophōterous kan nōn epiplēxai eipontas ō PHaidre te kai Sōkrates, ou chrē chalepainein alla syngignōskein, ei tines mē epistamenoi dialegesthai adynatoi egenonto horisasthai ti potʼ estin rhētorikē, ek de toutoy tou pathous ta pro tēs technēs anankaia mathēmata echontes rhētorikēn ōēthēsan hēurēkenai, kai tauta dē didaskontes allous hēgountai sphisin teleōs rhētorikēn dedidachthai, to de hekasta toutōn pithanōs legein te kai to holon synistasthai, ouden ergon on, autous dein parʼ heautōn tous mathētas sphōn porizesthai en tois logois. PHAI. alla mēn, ō Sōkrates, kindyneuei ge toiouton ti einai to tēs technēs hēn houtoi hoi andres hōs rhētorikēn didaskousin te kai graphousin, kai emoige dokeis alēthē eirēkenai alla dē tēn tou tō onti rhētorikou te kai pithanou technēn pōs kai pothen an tis dynaito porisasthai; SŌ. to men dynasthai, ō PHaidre, hōste agōnistēn teleon genesthai, eikos—isōs de kai anankaion—echein hōsper talla ei men soi hyparchei physei rhētorikō einai, esē rhētōr ellogimos, proslabōn epistēmēn te kai meletēn, hotou dʼ an elleipēs toutōn, tautē atelēs esē. hoson de autou technē, ouch hē Lysias te kai THrasymachos poreuetai dokei moi phainesthai hē methodos. PHAI. alla pē dē; SŌ. kindyneuei, ō ariste, eikotōs ho Periklēs pantōn teleōtatos eis tēn rhētorikēn genesthai. PHAI. ti dē;
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 269; transliteration: greek-transliteration (build)