Languages

Work 4 · Passage 81

Work 4 · Passage 81

Plato

Greek

ΣΩ. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ· ἀλλʼ ὅτι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ. τί δὴ οὖν; φήσει ἴσως ὁ συγγραφεύς, ὦ Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως; μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης; ΦΑΙ. ἀδύνατόν που, ὦ Σώκρατες, ἄλλως· καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον. ΣΩ. ἀληθῆ λέγεις. τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν. ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος. ΦΑΙ. ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω. ΣΩ. βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα; ΦΑΙ. τί μήν; ΣΩ. λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν. ΦΑΙ. καὶ σύ γε οὕτω ποίει. ΣΩ. φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι. τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ

Transliteration

SŌ. hotan de eipein te hikanōs echē hoios hyphʼ hoiōn peithetai, paragignomenon te dynatos ē diaisthanomenos heautō endeiknysthai hoti houtos esti kai hautē hē physis peri hēs tote ēsan hoi logoi, nyn ergō parousa hoi, hē prosoisteon tousde hōde tous logous epi tēn tōnde peithō, tauta dʼ ēdē panta echonti, proslabonti kairous tou pote lekteon kai epischeteon, brachylogias te au kai eleinologias kai deinōseōs hekastōn te hosa an eidē mathē logōn, toutōn tēn eukairian te kai akairian diagnonti, kalōs te kai teleōs estin hē technē apeirgasmenē, proteron dʼ ou allʼ hoti an autōn tis elleipē legōn ē didaskōn ē graphōn, phē de technē legein, ho mē peithomenos kratei. ti dē oun; phēsei isōs ho syngrapheus, ō PHaidre te kai Sōkrates, dokei houtōs; mē allōs pōs apodekteon legomenēs logōn technēs; PHAI. adynaton pou, ō Sōkrates, allōs kaitoi ou smikron ge phainetai ergon. SŌ. alēthē legeis. toutoy toi heneka chrē pantas tous logous anō kai katō metastrephonta episkopein ei tis pē rhaōn kai brachytera phainetai epʼ autēn hodos, hina mē matēn pollēn apiē kai tracheian, exon oligēn te kai leian. allʼ ei tina pē boētheian echeis epakēkoōs Lysiou ē tinos allou, peirō legein anamimnēskomenos. PHAI. heneka men peiras echoimʼ an, allʼ outi nyn gʼ houtōs echō. SŌ. boulei oun egō tinʼ eipō logon hon tōn peri tauta tinōn akēkoa; PHAI. ti mēn; SŌ. legetai goun, ō PHaidre, dikaion einai kai to tou lykou eipein. PHAI. kai sy ge houtō poiei. SŌ. phasi toinyn ouden houtō tauta dein semnynein oudʼ anagein anō makran periballomenous pantapasi gar, ho kai katʼ archas eipomen toude tou logou, hoti ouden alētheias metechein deoi dikaiōn ē agathōn peri pragmatōn, ē kai anthrōpōn ge toioutōn physei ontōn ē trophē, ton mellonta hikanōs rhētorikon esesthai. to parapan gar ouden en tois dikastēriois toutōn alētheias melein oudeni, alla tou pithanou

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 272 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook