Work 4 · Passage 90
Plato
Greek
ΣΩ. ἔστι γάρ, ὦ φίλε Φαῖδρε, οὕτω· πολὺ δʼ οἶμαι καλλίων σπουδὴ περὶ αὐτὰ γίγνεται, ὅταν τις τῇ διαλεκτικῇ τέχνῃ χρώμενος, λαβὼν ψυχὴν προσήκουσαν, φυτεύῃ τε καὶ σπείρῃ μετʼ ἐπιστήμης λόγους, οἳ ἑαυτοῖς τῷ τε φυτεύσαντι βοηθεῖν ἱκανοὶ καὶ οὐχὶ ἄκαρποι ἀλλὰ ἔχοντες σπέρμα, ὅθεν ἄλλοι ἐν ἄλλοις ἤθεσι φυόμενοι τοῦτʼ ἀεὶ ἀθάνατον παρέχειν ἱκανοί, καὶ τὸν ἔχοντα εὐδαιμονεῖν ποιοῦντες εἰς ὅσον ἀνθρώπῳ δυνατὸν μάλιστα. ΦΑΙ. πολὺ γὰρ τοῦτʼ ἔτι κάλλιον λέγεις. ΣΩ. νῦν δὴ ἐκεῖνα ἤδη, ὦ Φαῖδρε, δυνάμεθα κρίνειν, τούτων ὡμολογημένων. ΦΑΙ. τὰ ποῖα; ΣΩ. ὧν δὴ πέρι βουληθέντες ἰδεῖν ἀφικόμεθα εἰς τόδε, ὅπως τὸ Λυσίου τε ὄνειδος ἐξετάσαιμεν τῆς τῶν λόγων γραφῆς πέρι, καὶ αὐτοὺς τοὺς λόγους οἳ τέχνῃ καὶ ἄνευ τέχνης γράφοιντο. τὸ μὲν οὖν ἔντεχνον καὶ μὴ δοκεῖ μοι δεδηλῶσθαι μετρίως. ΦΑΙ. ἔδοξέ γε δή· πάλιν δὲ ὑπόμνησόν με πῶς. ΣΩ. πρὶν ἄν τις τό τε ἀληθὲς ἑκάστων εἰδῇ πέρι ὧν λέγει ἢ γράφει, κατʼ αὐτό τε πᾶν ὁρίζεσθαι δυνατὸς γένηται, ὁρισάμενός τε πάλιν κατʼ εἴδη μέχρι τοῦ ἀτμήτου τέμνειν ἐπιστηθῇ, περί τε ψυχῆς φύσεως διιδὼν κατὰ ταὐτά, τὸ προσαρμόττον ἑκάστῃ φύσει εἶδος ἀνευρίσκων, οὕτω τιθῇ καὶ διακοσμῇ τὸν λόγον, ποικίλῃ μὲν ποικίλους ψυχῇ καὶ παναρμονίους διδοὺς λόγους, ἁπλοῦς δὲ ἁπλῇ, οὐ πρότερον δυνατὸν τέχνῃ ἔσεσθαι καθʼ ὅσον πέφυκε μεταχειρισθῆναι τὸ λόγων γένος, οὔτε τι πρὸς τὸ διδάξαι οὔτε τι πρὸς τὸ πεῖσαι, ὡς ὁ ἔμπροσθεν πᾶς μεμήνυκεν ἡμῖν λόγος. ΦΑΙ. παντάπασι μὲν οὖν τοῦτό γε οὕτω πως ἐφάνη. ΣΩ. τί δʼ αὖ περὶ τοῦ καλὸν ἢ αἰσχρὸν εἶναι τὸ λόγους λέγειν τε καὶ γράφειν, καὶ ὅπῃ γιγνόμενον ἐν δίκῃ λέγοιτʼ ἂν ὄνειδος ἢ μή, ἆρα οὐ δεδήλωκεν τὰ λεχθέντα ὀλίγον ἔμπροσθεν— ΦΑΙ. τὰ ποῖα
Transliteration
SŌ. esti gar, ō phile PHaidre, houtō poly dʼ oimai kalliōn spoudē peri auta gignetai, hotan tis tē dialektikē technē chrōmenos, labōn psychēn prosēkousan, phyteuē te kai speirē metʼ epistēmēs logous, hoi heautois tō te phyteusanti boēthein hikanoi kai ouchi akarpoi alla echontes sperma, hothen alloi en allois ēthesi phyomenoi toutʼ aei athanaton parechein hikanoi, kai ton echonta eudaimonein poiountes eis hoson anthrōpō dynaton malista. PHAI. poly gar toutʼ eti kallion legeis. SŌ. nyn dē ekeina ēdē, ō PHaidre, dynametha krinein, toutōn hōmologēmenōn. PHAI. ta poia; SŌ. hōn dē peri boulēthentes idein aphikometha eis tode, hopōs to Lysiou te oneidos exetasaimen tēs tōn logōn graphēs peri, kai autous tous logous hoi technē kai aneu technēs graphointo. to men oun entechnon kai mē dokei moi dedēlōsthai metriōs. PHAI. edoxe ge dē palin de hypomnēson me pōs. SŌ. prin an tis to te alēthes hekastōn eidē peri hōn legei ē graphei, katʼ auto te pan horizesthai dynatos genētai, horisamenos te palin katʼ eidē mechri tou atmētou temnein epistēthē, peri te psychēs physeōs diidōn kata tauta, to prosarmotton hekastē physei eidos aneuriskōn, houtō tithē kai diakosmē ton logon, poikilē men poikilous psychē kai panarmonious didous logous, haplous de haplē, ou proteron dynaton technē esesthai kathʼ hoson pephyke metacheiristhēnai to logōn genos, oute ti pros to didaxai oute ti pros to peisai, hōs ho emprosthen pas memēnyken hēmin logos. PHAI. pantapasi men oun touto ge houtō pōs ephanē. SŌ. ti dʼ au peri tou kalon ē aischron einai to logous legein te kai graphein, kai hopē gignomenon en dikē legoitʼ an oneidos ē mē, ara ou dedēlōken ta lechthenta oligon emprosthen— PHAI. ta poia
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 277 part 1; transliteration: greek-transliteration (build)