Languages

Work 5 · Passage 36

Work 5 · Passage 36

Plato

Greek

ΣΩ. ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν· ἢ σὺ ἄλλως φῂς ἢ οὕτως; ΜΕΝ. οὐκ, ἀλλʼ οὕτως. ΣΩ. σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει; ἆρʼ οὐχ ὅταν μὲν ὀρθὴ χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει; ΜΕΝ. πάνυ γε. ΣΩ. ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα. σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ τοιαῦτα; ΜΕΝ. ἔγωγε. ΣΩ. σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλʼ ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ; οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἡ ἀνδρεία ἀλλʼ οἷον θάρρος τι· οὐχ ὅταν μὲν ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται; ΜΕΝ. ναί. ΣΩ. οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία· μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά; ΜΕΝ. πάνυ σφόδρα. ΣΩ. οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δʼ εἰς τοὐναντίον; ΜΕΝ. ἔοικεν. ΣΩ. εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθʼ αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται. κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τινʼ εἶναι. ΜΕΝ. ἔμοιγε δοκεῖ. ΣΩ. καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ καὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέλιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά; ΜΕΝ. πάνυ γε. ΣΩ. ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δʼ ἡ ἄφρων; ΜΕΝ. ἔστι ταῦτα.

Transliteration

SŌ. tauta de tauta phamen eniote kai blaptein ē sy allōs phēs ē houtōs; MEN. ouk, allʼ houtōs. SŌ. skopei dē, hotan ti hekastou toutōn hēgētai, ōphelei hēmas, kai hotan ti, blaptei; arʼ ouch hotan men orthē chrēsis, ōphelei, hotan de mē, blaptei; MEN. pany ge. SŌ. eti toinyn kai ta kata tēn psychēn skepsōmetha. sōphrosynēn ti kaleis kai dikaiosynēn kai andreian kai eumathian kai mnēmēn kai megaloprepeian kai panta ta toiauta; MEN. egōge. SŌ. skopei dē, toutōn hatta soi dokei mē epistēmē einai allʼ allo epistēmēs, ei ouchi tote men blaptei, tote de ōphelei; hoion andreia, ei mē esti phronēsis hē andreia allʼ hoion tharrhos ti ouch hotan men aneu nou tharrhē anthrōpos, blaptetai, hotan de syn nō, ōpheleitai; MEN. nai. SŌ. oukoyn kai sōphrosynē hōsautōs kai eumathia meta men nou kai manthanomena kai katartyomena ōphelima, aneu de nou blabera; MEN. pany sphodra. SŌ. oukoyn syllēbdēn panta ta tēs psychēs epicheirēmata kai karterēmata hēgoumenēs men phronēseōs eis eudaimonian teleuta, aphrosynēs dʼ eis tounantion; MEN. eoiken. SŌ. ei ara aretē tōn en tē psychē ti estin kai anankaion autō ōphelimō einai, phronēsin auto dei einai, epeidēper panta ta kata tēn psychēn auta men kathʼ hauta oute ōphelima oute blabera estin, prosgenomenēs de phronēseōs ē aphrosynēs blabera te kai ōphelima gignetai. kata dē touton ton logon ōphelimon ge ousan tēn aretēn phronēsin dei tinʼ einai. MEN. emoige dokei. SŌ. kai men dē kai talla ha nyndē elegomen, plouton te kai ta toiauta, tote men agatha tote de blabera einai, ara ouch hōsper tē allē psychē hē phronēsis hēgoumenē ōphelima ta tēs psychēs epoiei, hē de aphrosynē blabera, houtōs au kai toutois hē psychē orthōs men chrōmenē kai hēgoumenē ōphelima auta poiei, mē orthōs de blabera; MEN. pany ge. SŌ. orthōs de ge hē emphrōn hēgeitai, hēmartēmenōs dʼ hē aphrōn; MEN. esti tauta.

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg024.perseus-grc2; plato:meno; section 88; transliteration: greek-transliteration (build)

Share X Facebook