Theme 2 · Passage 100
Attributed to Socrates (via Plato, Xenophon, and others)
Greek
ΣΩ. σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαντῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι· οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δῆλον ὅτι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; νῦν δὲ δὴ οὐκ ἐμμενεῖς τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες· καὶ οὐ καταγέλαστός γε ἔσῃ ἐκ τῆς πόλεως ἐξελθών.σκόπει γὰρ δή, ταῦτα παραβὰς καὶ ἐξαμαρτάνων τι τούτων τί ἀγαθὸν ἐργάσῃ σαυτὸν ἢ τοὺς ἐπιτηδείους τοὺς σαυτοῦ. ὅτι μὲν γὰρ κινδυνεύσουσί γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν καὶ στερηθῆναι τῆς πόλεως ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον· αὐτὸς δὲ πρῶτον μὲν ἐὰν εἰς τῶν ἐγγύτατά τινα πόλεων ἔλθῃς, ἢ Θήβαζε ἢ Μέγαράδε— εὐνομοῦνται γὰρ ἀμφότεραι—πολέμιος ἥξεις, ὦ Σώκρατες, τῇ τούτων πολιτείᾳ, καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων ὑποβλέψονταί σε διαφθορέα ἡγούμενοι τῶν νόμων, καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν, ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην δικάσαι
Transliteration
SŌ. sy de oute Lakedaimona proērou oute Krētēn, has dē hekastote phēs eunomeisthai, oute allēn oudemiantōn hEllēnidōn poleōn oude tōn barbarikōn, alla elattō ex autēs apedēmēsas ē hoi chōloi te kai typhloi kai hoi alloi anapēroi houtō soi diapherontōs tōn allōn Athēnaiōn ēresken hē polis te kai hēmeis hoi nomoi dēlon hoti tini gar an polis areskoi aneu nomōn; nyn de dē ouk emmeneis tois hōmologēmenois; ean hēmin ge peithē, ō Sōkrates kai ou katagelastos ge esē ek tēs poleōs exelthōn.skopei gar dē, tauta parabas kai examartanōn ti toutōn ti agathon ergasē sauton ē tous epitēdeious tous sautou. hoti men gar kindyneusousi ge sou hoi epitēdeioi kai autoi pheugein kai sterēthēnai tēs poleōs ē tēn ousian apolesai, schedon ti dēlon autos de prōton men ean eis tōn engytata tina poleōn elthēs, ē THēbaze ē Megarade— eunomountai gar amphoterai—polemios hēxeis, ō Sōkrates, tē toutōn politeia, kai hosoiper kēdontai tōn hautōn poleōn hypoblepsontai se diaphthorea hēgoumenoi tōn nomōn, kai bebaiōseis tois dikastais tēn doxan, hōste dokein orthōs tēn dikēn dikasai
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0059.tlg003.perseus-grc2; plato:crito; section 53 part 1; transliteration: greek-transliteration (build)