Languages

Theme 2 · Passage 97

Theme 2 · Passage 97

Attributed to Socrates (via Plato, Xenophon, and others)

Greek

ΣΩ. ταύταις δή φαμεν καὶ σέ, ὦ Σώκρατες, ταῖς αἰτίαις ἐνέξεσθαι, εἴπερ ποιήσεις ἃ ἐπινοεῖς, καὶ οὐχ ἥκιστα Ἀθηναίων σέ, ἀλλʼ ἐν τοῖς μάλιστα. εἰ οὖν ἐγὼ εἴποιμι· διὰ τί δή; ἴσως ἄν μου δικαίως καθάπτοιντο λέγοντες ὅτι ἐν τοῖς μάλιστα Ἀθηναίων ἐγὼ αὐτοῖς ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίαν. φαῖεν γὰρ ἂν ὅτι ὦ Σώκρατες, μεγάλα ἡμῖν τούτων τεκμήριά ἐστιν, ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν καὶ ἡ πόλις· οὐ γὰρ ἄν ποτε τῶν ἄλλων Ἀθηναίων ἁπάντων διαφερόντως ἐν αὐτῇ ἐπεδήμεις εἰ μή σοι διαφερόντως ἤρεσκεν, καὶ οὔτʼ ἐπὶ θεωρίαν πώποτʼ ἐκ τῆς πόλεως ἐξῆλθες, ὅτι μὴ ἅπαξ εἰς Ἰσθμόν, οὔτε ἄλλοσε οὐδαμόσε, εἰ μή ποι στρατευσόμενος, οὔτε ἄλλην ἀποδημίαν ἐποιήσω πώποτε ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, οὐδʼ ἐπιθυμία σε ἄλλης πόλεως οὐδὲ ἄλλων νόμων ἔλαβεν εἰδέναι, ἀλλὰ ἡμεῖς σοι ἱκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλις· οὕτω σφόδρα ἡμᾶς ᾑροῦ καὶ ὡμολόγεις καθʼ ἡμᾶς πολιτεύσεσθαι, τά τε ἄλλα καὶ παῖδας ἐν αὐτῇ ἐποιήσω, ὡς ἀρεσκούσης σοι τῆς πόλεως. ἔτι τοίνυν ἐν αὐτῇ τῇ δίκῃ ἐξῆν σοι φυγῆς τιμήσασθαι εἰ ἐβούλου, καὶ ὅπερ νῦν ἀκούσης τῆς πόλεως ἐπιχειρεῖς, τότε ἑκούσης ποιῆσαι. σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ὡς ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὔτʼ ἐκείνους τοὺς λόγους αἰσχύνῃ, οὔτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπιχειρῶν διαφθεῖραι, πράττεις τε ἅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ τὰς ὁμολογίας καθʼ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι. πρῶτον μὲν οὖν ἡμῖν τοῦτʼ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθʼ ἡμᾶς ἔργῳ ἀλλʼ οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ. τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν;

Transliteration

SŌ. tautais dē phamen kai se, ō Sōkrates, tais aitiais enexesthai, eiper poiēseis ha epinoeis, kai ouch hēkista Athēnaiōn se, allʼ en tois malista. ei oun egō eipoimi dia ti dē; isōs an mou dikaiōs kathaptointo legontes hoti en tois malista Athēnaiōn egō autois hōmologēkōs tynchanō tautēn tēn homologian. phaien gar an hoti ō Sōkrates, megala hēmin toutōn tekmēria estin, hoti soi kai hēmeis ēreskomen kai hē polis ou gar an pote tōn allōn Athēnaiōn hapantōn diapherontōs en autē epedēmeis ei mē soi diapherontōs ēresken, kai outʼ epi theōrian pōpotʼ ek tēs poleōs exēlthes, hoti mē hapax eis Isthmon, oute allose oudamose, ei mē poi strateusomenos, oute allēn apodēmian epoiēsō pōpote hōsper hoi alloi anthrōpoi, oudʼ epithymia se allēs poleōs oude allōn nomōn elaben eidenai, alla hēmeis soi hikanoi ēmen kai hē hēmetera polis houtō sphodra hēmas hērou kai hōmologeis kathʼ hēmas politeusesthai, ta te alla kai paidas en autē epoiēsō, hōs areskousēs soi tēs poleōs. eti toinyn en autē tē dikē exēn soi phygēs timēsasthai ei ebouloy, kai hoper nyn akousēs tēs poleōs epicheireis, tote hekousēs poiēsai. sy de tote men ekallōpizou hōs ouk aganaktōn ei deoi tethnanai se, alla hērou, hōs ephēstha, pro tēs phygēs thanaton nyn de outʼ ekeinous tous logous aischynē, oute hēmōn tōn nomōn entrepē, epicheirōn diaphtheirai, pratteis te haper an doulos ho phaulotatos praxeien, apodidraskein epicheirōn para tas synthēkas te kai tas homologias kathʼ has hēmin synethou politeuesthai. prōton men oun hēmin toutʼ auto apokrinai, ei alēthē legomen phaskontes se hōmologēkenai politeusesthai kathʼ hēmas ergō allʼ ou logō, ē ouk alēthē. ti phōmen pros tauta, ō Kritōn; allo ti ē homologōmen;

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg003.perseus-grc2; plato:crito; section 52.1; transliteration: greek-transliteration (build)

Share X Facebook