Languages

Work 1 · Passage 9

Work 1 · Passage 9

Aristotle

Greek

πάλιν δʼ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν, τί ποτʼ ἂν εἴη. φαίνεται μὲν γὰρ ἄλλο ἐν ἄλλῃ πράξει καὶ τέχνῃ· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως. τί οὖν ἑκάστης τἀγαθόν; ἢ οὗ χάριν τὰ λοιπὰ πράττεται; τοῦτο δʼ ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ δὲ νίκη, ἐν οἰκοδομικῇ δʼ οἰκία, ἐν ἄλλῳ δʼ ἄλλο, ἐν ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες. ὥστʼ εἴ τι τῶν πρακτῶν ἁπάντων ἐστὶ τέλος, τοῦτʼ ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, εἰ δὲ πλείω, ταῦτα. μεταβαίνων δὴ ὁ λόγος εἰς ταὐτὸν ἀφῖκται· τοῦτο δʼ ἔτι μᾶλλον διασαφῆσαι πειρατέον. ἐπεὶ δὲ πλείω φαίνεται τὰ τέλη, τούτων δʼ αἱρούμεθά τινα διʼ ἕτερον, οἷον πλοῦτον αὐλοὺς καὶ ὅλως τὰ ὄργανα, δῆλον ὡς οὐκ ἔστι πάντα τέλεια· τὸ δʼ ἄριστον τέλειόν τι φαίνεται. ὥστʼ εἰ μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτʼ ἂν εἴη τὸ ζητούμενον, εἰ δὲ πλείω, τὸ τελειότατον τούτων. τελειότερον δὲ λέγομεν τὸ καθʼ αὑτὸ διωκτὸν τοῦ διʼ ἕτερον καὶ τὸ μηδέποτε διʼ ἄλλο αἱρετὸν τῶν καὶ καθʼ αὑτὰ καὶ διʼ αὐτὸ αἱρετῶν, καὶ ἁπλῶς δὴ τέλειον τὸ καθʼ αὑτὸ αἱρετὸν ἀεὶ καὶ μηδέποτε διʼ ἄλλο. τοιοῦτον δʼ ἡ εὐδαιμονία μάλιστʼ εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ διʼ αὐτὴν καὶ οὐδέποτε διʼ ἄλλο, τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν καὶ διʼ αὐτά (μηθενὸς γὰρ ἀποβαίνοντος ἑλοίμεθʼ ἂν ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δʼ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται τούτων χάριν, οὐδʼ ὅλως διʼ ἄλλο. φαίνεται δὲ καὶ ἐκ τῆς αὐταρκείας τὸ αὐτὸ συμβαίνειν

Transliteration

palin dʼ epanelthomen epi to zetoumenon agathon, ti potʼ an eie. phainetai men gar allo en alle praxei kai techne allo gar en iatrike kai strategike kai tais loipais homoios. ti oun hekastes tagathon; e hou charin ta loipa prattetai; touto dʼ en iatrike men hygieia, en strategike de nike, en oikodomike dʼ oikia, en allo dʼ allo, en hapase de praxei kai proairesei to telos toutoy gar heneka ta loipa prattousi pantes. hostʼ ei ti ton prakton hapanton esti telos, toutʼ an eie to prakton agathon, ei de pleio, tauta. metabainon de ho logos eis tauton aphiktai touto dʼ eti mallon diasaphesai peirateon. epei de pleio phainetai ta tele, touton dʼ hairoumetha tina diʼ heteron, hoion plouton aulous kai holos ta organa, delon hos ouk esti panta teleia to dʼ ariston teleion ti phainetai. hostʼ ei men estin hen ti monon teleion, toutʼ an eie to zetoumenon, ei de pleio, to teleiotaton touton. teleioteron de legomen to kathʼ hauto diokton tou diʼ heteron kai to medepote diʼ allo haireton ton kai kathʼ hauta kai diʼ auto haireton, kai haplos de teleion to kathʼ hauto haireton aei kai medepote diʼ allo. toiouton dʼ he eudaimonia malistʼ einai dokei tauten gar hairoumetha aei diʼ auten kai oudepote diʼ allo, timen de kai hedonen kai noun kai pasan areten hairoumetha men kai diʼ auta (methenos gar apobainontos heloimethʼ an hekaston auton), hairoumetha de kai tes eudaimonias charin, dia touton hypolambanontes eudaimonesein. ten dʼ eudaimonian oudeis haireitai touton charin, oudʼ holos diʼ allo. phainetai de kai ek tes autarkeias to auto symbainein

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 1 section 7 part 1; bekker 1097b; transliteration: greek-transliteration (build)

Share X Facebook