Work 2 · Passage 12
Aristotle
Greek
· ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθʼ ὑπερβολὴν τῆς δὲ κατʼ ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς δʼ ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσι, τὴν δʼ ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι. διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότης. οὐ πᾶσα δʼ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὐθὺς ὠνόμασται συνειλημμένα μετὰ τῆς φαυλότητος, οἷον ἐπιχαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξεων μοιχεία κλοπὴ ἀνδροφονία· πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λέγεται τῷ αὐτὰ φαῦλα εἶναι, ἀλλʼ οὐχ αἱ ὑπερβολαὶ αὐτῶν οὐδʼ αἱ ἐλλείψεις. οὐκ ἔστιν οὖν οὐδέποτε περὶ αὐτὰ κατορθοῦν, ἀλλʼ ἀεὶ ἁμαρτάνειν· οὐδʼ ἔστι τὸ εὖ ἢ μὴ εὖ περὶ τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλʼ ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον οὖν τὸ ἀξιοῦν καὶ περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολασταίνειν εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτω γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδʼ ἐκείνων μεσότης οὐδʼ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλʼ ὡς ἂν πράττηται ἁμαρτάνεται· ὅλως γὰρ οὔθʼ ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἔστιν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις.
Transliteration
estin ara he arete hexis proairetike, en mesoteti ousa te pros hemas, horismene logo kai ho an ho phronimos horiseien. mesotes de dyo kakion, tes men kathʼ hyperbolen tes de katʼ elleipsin kai eti to tas men elleipein tas dʼ hyperballein tou deontos en te tois pathesi kai en tais praxesi, ten dʼ areten to meson kai heuriskein kai haireisthai. dio kata men ten ousian kai ton logon ton to ti en einai legonta mesotes estin he arete, kata de to ariston kai to eu akrotes. ou pasa dʼ epidechetai praxis oude pan pathos ten mesoteta enia gar euthys onomastai syneilemmena meta tes phaulotetos, hoion epichairekakia anaischyntia phthonos, kai epi ton praxeon moicheia klope androphonia panta gar tauta kai ta toiauta legetai to auta phaula einai, allʼ ouch hai hyperbolai auton oudʼ hai elleipseis. ouk estin oun oudepote peri auta katorthoun, allʼ aei hamartanein oudʼ esti to eu e me eu peri ta toiauta en to hen dei kai hote kai hos moicheuein, allʼ haplos to poiein hotioun touton hamartanein estin. homoion oun to axioun kai peri to adikein kai deilainein kai akolastainein einai mesoteta kai hyperbolen kai elleipsin estai gar houto ge hyperboles kai elleipseos mesotes kai hyperboles hyperbole kai elleipsis elleipseos. hosper de sophrosynes kai andreias ouk estin hyperbole kai elleipsis dia to to meson einai pos akron, houtos oudʼ ekeinon mesotes oudʼ hyperbole kai elleipsis, allʼ hos an prattetai hamartanetai holos gar outhʼ hyperboles kai elleipseos mesotes estin, oute mesotetos hyperbole kai elleipsis.
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 2 section 6 part 3; bekker 1106b; transliteration: greek-transliteration (build)